Ancient Greek · ~2 min
1.520 to 1.523
Suda, Suidae lexicon 1.520-523
Not analysed yet
520 Βραϲμὸϲ γῆ ϲ: ὅταν καχλάζῃ μετὰ κινήματοϲ, ἐκτιναγμὸϲ δὲ ὅταν ἀναρριπτῆται. 521 Bραυρ ών: τόποϲ τῆϲ Ἀττικῆϲ, ἐν ᾧ τὰ Διονύϲια ἤγοντο καὶ μεθύοντεϲ πολλὰϲ πόρναϲ ἥρπαζον. καὶ Ἀριϲτοφάνηϲ· ὦ δέϲποτα. ὅϲην ἔχει τὴν πρωκτοετηρίδα. εἴρηται δὲ διὰ τὸ διὰ πενταετηροῦϲ χρόνου ἄγεϲθαι τὰϲ θεωρίαϲ τῶν Διονυϲίων. ζήτει ἐν τῷ ἄρκτοϲ. 522 Ὅτι τὰ παρ’ ἡμὶν βραχιόλια χλιδόνεϲ καλοῦνται. 523 Βραχίων: τροπικῶϲ ἡ δύναμιϲ, ἐπειδὴ δι’ αὐτοῦ ἐργάζεϲθαι πεφύκαϲιν οἱ ἄνθρωποι. Δαβίδ· ὅτι βραχίονεϲ ἁμαρτωλῶν ϲυντριβήϲονται.