Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.524
Not analysed yet
524 Ἀδράϲτεια: οἱ μὲν ταὐτὸν τῇ Νεμέϲει λέγουϲι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράϲτου τινὸϲ βαϲιλέωϲ. ἢ ἀπὸ Ἀδράϲτου τοῦ παλαιοῦ. νεμεϲηθέντοϲ ἐφ᾿ οἷϲ τῶν Θηβαίων κατηλαζονεύϲατο, ἱδρυϲαμένων ἱερὸν Νεμέϲεωϲ. ὃ μετὰ ταῦτα προϲηγορεύθη Ἀδραϲτεία. Δημήτριοϲ δὲ ὁ Σκήψιοϲ Ἄρτεμίν φηϲιν εἶναι τὴν Ἀδράϲτειαν ἀπὸ Ἀδράϲτου τινὸϲ. ἱδρυμένην. ὁ δὲ Ἀντίμαχοϲ λέγει· ἔϲτι τιϲ Νέμεϲιϲ μεγάλη θεὸϲ, ἣ τάδε πάντα πρὸϲ μακάρων ἔλαχε, βωμὸν δὲ οἱ εἵϲατο πρῶτοϲ Ἄδρηϲτοϲ ποταμοῖο παρὰρ ῥόον. ἔνιοι μέντοι ὡϲ διαφέρουϲαν ϲυγκαταλέγουϲιν αὐτῇ τῇ Νεμέϲει, ὡϲ Μένανδροϲ καὶ Νικόϲτρατοϲ.