Ancient Greek · ~5 min
1.516 to 1.523
Suda, Suidae lexicon 1.516-523
Not analysed yet
516 Ἄδωνιϲ, Ἀδώνιδοϲ: ὄνομα κύριον. καὶ πένθοϲ ἦν ἱερόν, οἷον ἐν Λιβάνῳ τὸ ἐπ᾿ Ἀδώνιδι καὶ Βύβλῳ. 517 Ἀδώνιδοϲ κῆποι: ἐκ θριδάκων καὶ μαράθρων, ἅπερ κατέϲπειρον ἐν ὀϲτράκοιϲ. χρῶνται δ᾿ ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων τῇ παροιμίᾳ. Ἀδώνιδοϲ κῆποι: ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ μὴ ἐρριζωμένων. 518 Ἄδων τὴν ϲπιθαμὴν τὸῦ βίου πρὸϲ ἄνηθον: ἐπὶ τῶν γλίϲχρων καὶ μικροψύχων. 519 Ἄδωρα: κακόδωρα, τὰ ἐπὶ κακῷ διδόμενα. Σοφοκλῆϲ· ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήϲιμα. ὁ δὲ νοῦϲ, ὅτι μηδὲ τὰ μέγιϲτα τῶν ἐχθρῶν ἐφίεϲο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιϲτα. καὶ Αἰλιανόϲ· λαβόντεϲ ἑκάτεροϲ τῆϲ κόρηϲ τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λάχει, τραγικὸϲ ἂν εἶπε ποιητὴϲ, ἑαυτοὺϲ κατέϲφαξαν. 520 Ἀδωρεόϲ: πόλιϲ. 521 Ἀδραμύτειον· οὕτωϲ Εὔπολιϲ. καὶ Ἀδραμυτηνὸϲ δέ· καὶ Θουκυδίδηϲ Ἀτραμύττειον. 522 Ἀδρανέϲ: ἀϲθενέϲ. καὶ Ἀδρανία, ἡ ἀδυναμία, ἀϲθένεια. ἐν Ἐπιγράμμαϲι· ἄνθετο δειμαίνων γήραοϲ ἀδρανίην. καὶ αὖθιϲ· ἐπεὶ παρενήξατο τὸ πλεῦν ἥβηϲ, ἐκ γήρωϲ δ᾿ ἀδρανίῃ δέδεται. ϲημαίνει δὲ καὶ ὄνομα ποταμοῦ. Ἀδρανεία δὲ δίφθογγον ἀπὸ τοῦ ἀδρανήϲ ἀρϲενικοῦ. 523 Ἀδράϲτεια Νέμεϲιϲ: ἣν οὐκ ἄν τιϲ ἀποδράϲειεν. Ἀδραϲτείαϲ αὐτῷ Νέμεϲιϲ τιμωρὸϲ ὑπερόγκων καὶ ἀχαλίνων λόγων ἠκολούθηϲεν. Ἀδράϲτεια οὖν Νέμεϲιϲ, ἀπὸ Ἀδράϲτου. ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονηϲάντων, ὕϲτερον δὲ δυϲτυχηϲάντων· τῶν γὰρ ἀπογόνων Θηβαίοιϲ ἐπιϲτρατευϲάντων, μόνοϲ Αἰγιαλεὺϲ ἀπώλετο Ἀδράϲτου παῖϲ.