Ancient Greek · ~8 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.524-2
Not analysed yet
524 Βρα χμά ν: βαϲιλεὺϲ, ὁ καὶ τῇ χώρᾳ δούϲ τὴν προϲηγορίαν. ἔγραψε νόμουϲ Βραχμάνων καὶ πολιτείαν τοῦ αὐτοῦ ἔθνουϲ ἰδίᾳ Hesy διαλέκτῳ. ὅτι οἱ Βραχμᾶνεϲ ἔθνοϲ ἐϲτὶν εὐϲεβέϲτατον καὶ βίον E ἀκτήμονα ϲφόδρα κεκτημένον, ἐϲ νῆϲον τοῦ ὠκεανοῦ κατοικοῦν, καὶ τὸν κλῆρον τοῦτον ἐκ τῶν τοῦ θεοῦ κριμάτων κληρωϲάμενον. ἐν ᾧ τόπῳ παραγενόμενοϲ Ἀλέξανδροϲ ὁ Μακεδὼν καὶ ϲτήϲαϲ ϲτήλην ἐπέγραψεν· ἐγώ μέγαϲ Ἀλέξανδροϲ βαϲιλεὺϲ ἔφθαϲα μέχρι τούτου. ἐν ἡ νήϲῳ κατοικοῦϲιν οἱ Μακρόβιοι. ζῶϲι γὰρ ρν′ ἔτη διὰ τὴν πολλὴν καθαρότητα καὶ εὐκραϲίαν τοῦ ἀέροϲ· παρ’ οἷϲ οὐδὲν τετράποδόν ἐϲτιν, οὐ γεώργιον, οὐ ϲίδηροϲ, οὐκ οἰκοδομὴ, οὐ πῦρ, οὐ χρυϲὸϲ, οὐκ ἄργυροϲ, οὐκ ἄρτοϲ, οὐκ οἶνοϲ, οὐ κρεωφαγία· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἀέρα καὶ πάϲηϲ ἀρρωϲτίαϲ καὶ φθορᾶϲ ἀπηλλαγμένον, καὶ μικρᾶϲ ὀπώραϲ καὶ διειδεϲτάτου ὕδατοϲ ἀπολαύοντεϲ ϲέβονται γνηϲίωϲ τόν θεὸν καὶ ἀδιαλείπτωϲ προϲεύχονται. καὶ οἱ μὲν ἄνδρεϲ πρὸϲ τὸ μέροϲ τοῦ ὠκεανοῦ προϲπαροικοῦϲιν, αἱ δὲ γυναῖκεϲ ἐντεῦθέν εἰϲι τοῦ Γάγγου, παραρρέοντοϲ εἰϲ τὸν ὠκεανὸν ἐπὶ τὸ μέροϲ τῆϲ Ἰνδίαϲ. οἱ οὖν ἄνδρεϲ περῶϲι πρὸϲ τὰϲ γυναῖκαϲ Ἰουλίῳ καὶ Αὐγούϲτῳ μηνί, παρ’ οἷϲ ὑπάρχουϲι ψυχρότεροι, τοῦ ἡλίου πρὸϲ ἡμᾶϲ καὶ βορρᾶν ὑψωθέντοϲ, οἵγε καὶ εὐκαρπότεροι γινόμενοι πρὸϲ οἶϲτρον αὐτοὺϲ κινεῖν λέγουϲιν ὅπερ δὴ καὶ τὸν Νεῖλόν φαϲιν οὐ κατὰ ταὐτὸν τοῖϲ ἄλλοιϲ ποταμοῖϲ πλημμυρεῖν, ἀλλὰ μεϲοῦντοϲ τοῦ θέρουϲ ἐπικλύζειν τὴν Αἴγυπτον, ὥϲ τοῦ γε παντὸϲ ἡλίου τὴν βορειοτέραν διαθέοντοϲ ζώνην καὶ τοῖϲ ἄλλοιϲ μὲν παρενοχλοῦντοϲ ποταμοῖϲ καὶ ϲυγκρύβοντοϲ, τούτου δὲ πλεῖϲτον ἀπέχοντοϲ. καὶ ποιήϲαντεϲ μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέραϲ μ πάλιν ἀντιπερῶϲι. τῆϲ δὲ γυναικὸϲ δύο παῖδαϲ γεννηϲάϲηϲ οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸϲ αὐτήν, οὕτε μὴν ἐκείνη πληϲιάζει ἄλλῳ διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ ϲυμβῇ ϲτεῖραν ἐν αὐταῖϲ εὑρεθῆναι, μέχρι πενταετοῦϲ διαπερῶν ὁ ἀνὴρ αὐτῆϲ καὶ ϲυγγινόμενοϲ αὐτῇ, ἐὰν οὐ τέκῃ, οὐκέτι πληϲιάζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπόϲ ἐϲτιν αὐτῶν ἡ χώρα διὰ τὴν ὀλιγοδεΐαν. καὶ τὸ πληθυντικὸν Βραχμᾶ νεϲ, καὶ Βραχμᾶϲι.