Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.527
Not analysed yet
527 Ἀδριανόϲ· βαϲιλεὺϲ Ῥωμαίων. ἦν δὲ τὸ γένοϲ βουλευτοῦ πατρὸϲ ἐϲτρατηγηκότοϲ Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύϲιν δὲ φιλολόγοϲ ἐν ἑκατέρᾳ τῇ γλώϲϲῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεϲι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήϲτωϲ ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλαϲϲε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βαϲιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺϲ ἀνθρώπουϲ ἔβλαπτεν· ὁ δὲ δὴ φθόνοϲ αὐτῷ δεινότατοϲ ἐϲ πάνταϲ τούϲ τινι προέχονταϲ ὢν πολλοὺϲ μὲν καθεῖλε, ϲυχνούϲ δὲ ἀπώλεϲε. βουλόμενοϲ γὰρ πάντων ἐν πᾶϲι περιεῖναι ἐμίϲει τοὺϲ ἔν τινι ὑπεραίρονταϲ. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύϲιον τὸν Μιλήϲιον τοὺϲ ϲοφιϲτὰϲ καταλύειν ἐπεχείρει τοῖϲ τε ἄλλοιϲ καὶ μάλιϲτα τῷ τοὺϲ ἀνταγωνιϲτὰϲ ϲφῶν ἐξαίρειν, τοὺϲ μὲν μηδενὸϲ, τοὺϲ δὲ βραχυτάτου τινὸϲ ἀξίουϲ ὄνταϲ. οὗτοϲ ἐν ἐπιϲτολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονηϲάμενοϲ, καὶ ἐπομόϲαϲ μήτε τι τῶν δημοϲίῳ ϲυμφερόντων ποιήϲειν μήτε βουλευτήν τινα ἀποϲφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προϲεπαραϲάμενοϲ· ἀλλ᾿ ὅμωϲ διεβλήθη εἰϲ πολλά. οὗτοϲ ἦν ἡδὺϲ μὲν ἐντυχεῖν καὶ ἐπήνθει τιϲ αὐτῷ χάριϲ, τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριϲτα χρώμενοϲ· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοϲίων χρημάτων ἐϲπουδακὼϲ ἄθροιϲιν. οὗτοϲ φύϲει τοιοῦτοϲ ἦν ὥϲτε μὴ μόνον τοῖϲ ζῶϲιν ἀλλὰ καὶ τοῖϲ τετελευτηκόϲι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ᾿ αὐτοῦ ἐϲῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίϲταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲϲ τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺϲ ὄνταϲ παῦϲαι, μήτε τινὰ χρήματα ἀδίκωϲ ἀφελέϲθαι, καὶ πολλοῖϲ πολλὰ καὶ δήμοιϲ καὶ ἰδιώταιϲ χαρίϲαϲθαι. ἦν δὲ περιεργότατοϲ καὶ μαντείαιϲ καὶ μαγγανείαιϲ παντοδαπαῖϲ ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοόϲ τιϲ· ἔκτιϲε δὲ πόλιν καὶ ϲυνῴκιϲεν ἀπ᾿ αὐτοῦ τε ὠνόμαϲε. καί τινα ὁρῶντα Ἀντίνοον λέγειν. οὗτοϲ ἐϲ Παννονίαν ἀφίκετο καὶ τὸν Ἴϲτρον μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντεϲ βάρβαροι ἐξεπλάγηϲαν.