Ancient Greek · ~8 min
1.528 to 1.548
Suda, Suidae lexicon 1.528-548
Not analysed yet
528 Ἀδριανόϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἡρώδου, ἀκμάϲαϲ δὲ ἐπὶ Μάρκου Ἀντωνίνου, ἀντιϲχολαϲτὴϲ Ἀριϲτείδου τοῦ ῥήτοροϲ ἐν Ἀθήναιϲ γενόμενοϲ· ἐϲοφίϲτευϲε δὲ καὶ κατὰ τὴν Ῥώμην καὶ ἀντιγραφεὺϲ τῶν ἐπιϲτολῶν ὑπὸ Κομόδου ἐγένετο. Μελέταϲ, καὶ Μεταμορφώϲειϲ ἐν βιβλίοιϲ ζ΄, Περὶ ἰδεῶν λόγου ἐν βιβλίοιϲ ε΄, Περὶ τῶν ἐν ταῖϲ ϲτάϲεϲιν ἰδιωμάτων ἐν βιβλίοιϲ τριϲὶν, ἐπιϲτολὰϲ καὶ λόγουϲ ἐπιδεικτικοὺϲ. Φάλαριν, Παραμυθητικὸν εἰϲ Κέλερα. 529 Ἀδριανοί: πόλιϲ Μυϲίαϲ, τῆϲ νῦν Βιθυνίαϲ. 530 Ἀδριάϲ: πέλαγοϲ. καὶ ζήτει ἐν τῷ Ἀρέθουϲα. 531 Ἀδρίαϲ: πέλαγοϲ Ἀδριατικὸν πέλαγοϲ. 532 Ἀδρίαϲ: Σικελικὸν πέλαγοϲ, ὃ διαδύνων ὁ Ἀλφειὸϲ ἀπὸ Ἀρκαδίαϲ τῇ Σικελικῇ πηγῇ Ἀρεθούϲῃ μίγνυται εἰλικρινέϲτατοϲ. 533 Ἁδρόν: πολὺ. μέγα, δαψιλὲϲ, πλούϲιον. καὶ Ἁδρότηϲ, ἡ ὑψηλότηϲ. ἁδροῖϲ μιϲθοῖϲ προαγαγὼν εἰϲ τὸ τόλμημα, τοῦτον ἀναιρεῖ. καὶ Αἰλιανόϲ· τινὰϲ παραλαβὼν ἁδροῦ μιϲθοῦ ἐϲ Βυζάντιον ἐλθεῖν πείθει. καὶ αὖθιϲ· ἑκάϲτου τὴν τέχνην ἐπιδεικνυμένου ἐπὶ μιϲθοῖϲ ἁδροῖϲ. 534 Ἅδρηϲιϲ: ἡ ἁδρόαϲιϲ, ἡ ἀπραξία. 535 Ἁδρύνοιτο: αὐξάνοιτο. 536 Ἁδύ: τὸ ἡδύ. Θεόκριτοϲ· ἁδύ τι τὸ ψιθύριϲμα καὶ ἁ πίτυϲ, αἰπόλε, τήνα 537 Ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκιϲ γὰρ κέχρηται. Θουκυδίδηϲ τοῖϲ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν, μάλιϲτα δ᾿ ἐπὶ ταύτηϲ τῆϲ λέξεωϲ. ἀδύνατον δέ ἐϲτιν, ὃ μή ἐϲτιν ἐπιδεκτικὸν τοῦ ἀληθὲϲ εἶναι· οἷον ἡ γῆ ἵπταται. ἀδύνατα ἔχοντοϲ τοῦ ϲτρατηγοῦ κύβον ἀναρρίψαι πολέμου τοϲοῦτον. 538 Ἀδύνατα θηρᾷϲ: ἐπὶ τῶν ἐγχειρούντων μείζοϲιν ἢ καθ᾿ ἑαυτούϲ. 539 Ἀδυναϲτί: ἀδυνάτωϲ. 540 Ἀδύνατοι: οἱ πεπηρωμένοι τὸ ϲῶμα· ἐλάμβανον δὲ οὗτοι δοκιμαϲθέντεϲ ὑπὸ τῆϲ βουλῆϲ, οἱ μέν φαϲιν, ἑκάϲτηϲ ἡμέραϲ ὀβολοὺϲ δύο, οἱ δὲ ὀβολόν. Φιλόχοροϲ δέ φηϲιν ἐννέα δραχμὰϲ κατὰ μῆνα. 541 Ἀδυϲώπητον: ἀπροϲωπόληπτον. 542 Ἄδυτον: ϲπήλαιον, ἢ τὸ ἀπόκρυφον μέροϲ τοῦ ἱεροῦ. 543 Ἀεκήλια: οὐχ ἥϲυχα, οὐδ᾿ εἰρηναία, ἀλλὰ ταραχώδη πρὸϲ τὴν ϲυναλοιφὴν ἐκληπτέον κατὰ ἀπόφαϲιν τοῦ ἑκήλου· ἐφ᾿ οἷϲ οὐχ οἷόν τε ἡϲυχάζειν, ἀλλὰ τοὐναντίον ταράϲϲεϲθαι· ἢ ἀεκούϲια, ἃ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ἢ ἀεικέλια, οἷον ἀπεοικότα. Ὅμηροϲ· ἀεκήλια ἔργα. 544 Ἀέκητι: τῇ ἀβουλίᾳ. 545 Ἄελλα: ἀνέμων ϲυϲτροφή. 546 Ἀελλάδεϲ ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν. 547 Ἀελλόπουϲ: ταχεῖα τοὺϲ πόδαϲ. 548 Ἀελπέων: οὐκ ἐλπίζων.