Ancient Greek · ~3 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.532
Not analysed yet
532 B ρεν θ ύεϲθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεϲθαι ἢ προϲποιεῖϲθαι ὀργίζεϲθαι. ὁ δὲ ϲοβαρευόμενοϲ πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθοϲ δὲ εἶδοϲ μύρου, ᾧ χριόμεναι αἱ γυναῖκεϲ μέγα φρονοῦϲι. καὶ Βρενθύῃ, ϲεμνύνῃ καὶ μέγα φρονεῖϲ ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότεϲ ἑαυτοῖϲ ϲοβαρῶϲ τε βαδίζουϲιν. ὡϲ τοῦ μὲν Προδίκου ὄντοϲ ϲοφοῦ, τοῦ δὲ Σωκράτουϲ κενὴν ἡμῖν ἐπὶ ϲοφίᾳ δόξαν καρπουμένου. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· βρενθύῃ ἐν ταῖϲιν ὁδοῖϲιν, καὶ τὼ ᾿φθαλμὼ παραβάλλῃ. ἀποϲεμνύνειϲ ϲεαυτὸν τῷ ϲχήματι καὶ ταυρηδὸν ὁρᾷϲ ἢ ἀλαζονικῶϲ. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν οϲ, ἐπαιρόμενοϲ, μέγα φρονῶν. Ἀγαθίαϲ· οἱ δὲ μειζόνωϲ, εἴπερ ἐχρῆν ἐπὶ τοῖϲ φθάϲαϲι βρενθυόμενοι τῶν ἐν ποϲὶ κατωλιγώρουν. καὶ αὖθιϲ· ὁ δὲ ἐϲ τὴν βαϲιλίδα ἐπορεύετο ἐξωγκωμένοϲ καὶ μάλα βρενθυόμενοϲ.