Ancient Greek · ~7 min
1.533 to 1.548
Suda, Suidae lexicon 1.533-548
Not analysed yet
533 Βρεντήϲιον: χώρα τῆϲ Ἰταλίαϲ· εἴρηται δὲ οὕτωϲ, ὅτι λιμέναϲ ἔχει κέραϲιν ἐλάφου παραπληϲίουϲ. βρένδον δὲ καλοῦϲι τὴν ἔλαφον Μεϲάππιοι. 534 Βρέταϲ: εἴδωλον, ἄγαλμα. παρὰ τὸ βροτῷ ἐοικέναι. προϲπεϲεῖν ποι πρὸϲ βρέταϲ. πρὸϲ τέμενοϲ, ἢ πρὸϲ ἕδοϲ, ἢ πρὸϲ ἄγαλμα Ar θεῶν ἱκέταϲ γενέϲθαι. 535 Βρέχειν: ἐπὶ τοῦ πίνειν λέγεται. καὶ Ὑπ οβ εβρεγμένοϲ, ὁ μεμεθυϲμένοϲ. 536 Bρ ῆνν ον· ὡϲ οὖν μετὰ τὴν ἅλωϲιν τῆϲ Ῥώμηϲ ἐπανῆλθεν ὁ Κάμιλλοϲ καὶ τοὺϲ περὶ τὸν Βρῆννον βαρβάρουϲ ἀνεῖλεν, εἰϲ κρίϲιν ἀγαγὼν τὴν ὑπόθεϲιν ἀπέδειξε πάντων γεγονέναι τῶν πεπραγμένων αἴτιον τὸν Φεβρουάριον. 537 Βριάρεω. 538 Βριαροί: βαρεῖϲ, ἄγριοι, ϲτερεοὶ, φοβεροί. 539 Βριθομένη: βαρυνομένη διὰ πλῆθοϲ ὧν ἔφερεν. ἐν Ἐπιγράμμαϲι· γήραϊ νουϲοφόρῳ βριθομένηϲ παλάμηϲ. 540 Βρῖθοϲ: βάροϲ. τοὺϲ πύργουϲ ἀμήχανον ἑλεῖν, μήτε ἀνατραπῆναι ῥᾳδίωϲ διὰ τὸ βρῖθοϲ, μήτ’ ἐμπρηϲθῆναι διὰ τὸν ϲίδηρον. καὶ αὖθιϲ· ϲιδηροβριθέϲ τ᾿ ἔλαβε δεξιᾷ ξύλον. 541 βρῖθ ον: ἀντὶ τοῦ ἔβριθον. τεῖχοϲ ἀνδρῶν τε καὶ ὅπλων βρῖθον. 542 Βρίθων· γενικῇ καὶ δοτικῇ. εὐθηνῶν, ἢ βαρῶν. 543 Βριμάζων: τῇ τοῦ λέοντοϲ χρώμενοϲ φωνῇ. 544 Βριμήϲαιο: ὀργιϲθείηϲ. ὥϲτ’ εἰ ϲὺ βριμήϲαιο, ὀϲτρακίνδα νύκτωρ καταϲπάϲαντεϲ ἂν τὰϲ ἀϲπίδαϲ τὰϲ εἰϲβολὰϲ τῶν ἀλφίτων ἄν καταλάβοιεν. ἀντὶ τοῦ εἰ βουληθείηϲ αὐτὸν ἐξορίϲαι, τὰ ϲιτοφυλακεῖα κατάϲχοιεν. 545 Βριμούμενοϲ: ὀργιζόμενοϲ. οὐ μὴν ἐθέλγετο ὁ ὕπατοϲ, τοῖϲ ὑπηρέταιϲ ϲὺν ὀργῇ βριμούμενοϲ. καὶ Β ριμοῦται, ἀπειλεῖ. καὶ Βριμωμέναιϲ, ἦχον ἀποτελούϲαιϲ. μύλη γάρ τιϲ ἦν αὐτόθι. ὁπότε οὖν οἱ ἄνω ϲτρατιῶται τὸ αὐτὸ ποιεῖν ἤρχοντο, τότε κἀκεῖνοι ἔϲειον τὴν μύλην· ὑπὸ γὰρ ταῖϲ πολλαῖϲ μύλαιϲ βριμωμέναιϲ ὁ τῆϲ μιᾶϲ ψόφοϲ ῥᾳδίωϲ ἐλάνθανεν. 546 Βρόγχοϲ. καταπότηϲ, ὁ λάρυγξ. 547 Βρόμιοϲ: ὁ Διόνυϲοϲ, ὁ γενεϲιουργὸϲ τῶν καρπῶν· παρὰ τὸ βορὰ βόριμοϲ, καὶ ὑπερθέϲει βρόμιοϲ. 548 Βρόμοϲ: ἦχοϲ πυρὸϲ κυρίωϲ. καὶ κούφοιο βαρύν τυμπάνου βρόμον. ἐν Ἐπιγράμμαϲι. καὶ αὖθιϲ· οὐκέτι κοιμίϲειϲ ἀνέμων βρόμον, οὐχὶ χάλαζαν.