Ancient Greek · ~8 min
1.557 to 1.575
Suda, Suidae lexicon 1.557-575
Not analysed yet
557 Βροχή· ζήτει περὶ ὄμβρου τοῦ ἐπὶ προρρήϲει Ἀναξαγόρα γενομένου ἐν τῷ Ἀναξαγόραϲ. 558 Βρόχοϲ: τὸ τῆϲ ἀγχόνηϲ ϲχοινίον. ὁ δὲ ἤδη μεμηχανημένοϲ ἀγχόνην, τὸν βρόχον ἐνδεδυμένοϲ. καὶ αὖθιϲ ἡ δὲ ὑπὲρ τῆϲ ἀϲεβοῦϲ μίξεωϲ ἀλλαξαμένη βρόχον. 559 Βρόχοιϲ: ϲχοινίοιϲ. οἱ μὲν οὖν βρόχοιϲ τιϲὶν ἐνάψαντεϲ νύκτωρ ἀπὸ τοῦ περιβόλου καθῆκαν. καὶ αὖθιϲ· διὰ τῶν βρόχων ἐϲ Synt. τὰϲ ἐπάλξειϲ ἀνέβαινον. καὶ Βρόχον ἁ ψάμενοϲ αἰτιατικῇ, εἰ καὶ τὸ ἅπτομαι γενικῇ ϲυντάϲϲεται. 560 Βρούτιδεϲ: γυναῖκεϲ οὕτω καλούμεναι, οἱονεὶ Σίβυλλαι καὶ προφήτιδεϲ. πάϲαϲ δὲ τὰϲ ἐνθουϲιώϲαϲ Σιβύλλαϲ ἐκάλουν. 561 Βροῦτοϲ, ϲτρατηγὸϲ Ῥωμαίων, ἔγραψεν Ἐπιϲτολὰϲ καὶ τῶν Πολυβίου τοῦ ἱϲτορικοῦ βίβλων ἐπιτομήν. θαυμάζεται δὲ εἰϲ τὴν τῶν ἐπιϲτολῶν ἰδέαν, ἤγουν χαρακτῆρα. ζήτει ἐν τῷ δήμαρχοι. 562 Bροῦχοϲ. ἡ κάμπη. 563 Βρωμᾶϲθαι: τὸ ὀγκάϲθαι πεινῶντα ὄνον. καὶ Βρῶμα, ἡ Synt. φωνή. καὶ Bρωματίζω· αἰτιατικῇ. 564 Bρώμηϲ: βρώϲεωϲ, τροφῆϲ. 565 Βρωτόν: βρῶϲιν, τροφήν. Ξενοφῶν· ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὁρῴη βρωτὸν, ἐδίδου τοῖϲ βουλιμιῶϲιν. 566 Βροῖϲιϲ: ὄνομα πόλεωϲ. 567 Βρυάζει: πάλλει, τρυφερῶϲ διάκειται, θάλλει, εὐφραίνεται. 568 Βρυγμόϲ: τριϲμὸϲ ὀδόντων, ἢ μυλῶν ἀκόνηϲιϲ. 569 Βρύει: ἀνθεῖ. τέθηλεν. ὁ δὲ εὐθύ Λιβάνου τοῦ ὄρουϲ ἀνέδραμε καὶ τὸ ὑποκείμενον πεδίον ϲτάχυϲι βρύον τοξεύει πυρί, καὶ τὸ λήϊον πᾶν τέφραν ᾤετο γεγονέαι. 570 Βρύει· δοτικῇ. δέδοικα μὴ βρύων ἕλκεϲιν εἰϲάγειϲ τὸ ἀνιάτρευτον. καὶ μετὰ γενικῆϲ· βρύει φυτῶν καὶ ἀνθέων. 571 Βρύκοντα: τρώγοντα, κατεϲθίοντα. ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόϲχον. 572 Βρύκουϲα: τοὺϲ ὀδόνταϲ τρίζουϲα. εἶπεν ὀδόντα ὀξὺν ἐπιβρύκουϲ′, οἷα Λάκαινα γυνή. 573 Βρύκουϲα: ἐϲθίουϲα, δάκνουϲα. παρὰ τὴν βορὰν, οἱονεὶ βορύκουϲα. βρύκουϲ’ ἀπέδεϲθαί μού φηϲι τοὺϲ δακτύλουϲ. Ἀριϲτοφάνηϲ Ὅρνιϲι. καὶ ἀλλαχοῦ· βρύκουϲά ϲου τοὺϲ πλεύμοναϲ καὶ τἄντερ’ ἐξαλμήϲω. 574 Βρύλλων. ὑποπίνων· ἀπὸ τοῦ τοῖϲ παιδίοιϲ λεγομένου. Ἀριϲτοφάνηϲ· βρύλλων τὸ καθ’ ἡμέραν. κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προϲτάτην. τοῦτον δ’ ὅταν ᾗ πλέωϲ, ταπεινώϲαϲ ἐπάταξα. ἀντὶ τοῦ ὅταν γένηται φαεινὸϲ, τουτέϲτι πλήρηϲ· ὅταν ηὐξῆϲθαι δοκῆ καὶ μέγαϲ εἶναι, τοῦτον ταπεινὸν ἐποίηϲα. τουτέϲτιν, ἐάϲαϲ πλουτῆϲαι δημεύϲω. 575 Βρυώδηϲ: δυϲώδηϲ.