Ancient Greek · ~3 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.556
Not analysed yet
556 Βρουμάλια· ταῦτα ἐπενόηϲε Ῥῶμοϲ, ἐπειδὴ αὐτὸϲ καὶ ὁ ἀδελφὸϲ αὐτοῦ Ῥῆμοϲ ἐκ πορνείαϲ γενόμενοι ἐξερρίφηϲαν καὶ παρὰ γυναικὸϲ ἀνετράφηϲαν. ὄνειδοϲ δὲ ἦν Ῥωμαίοιϲ τὸ ἐξ ἀλλοτρίων ἐϲθίειν. ἕκαϲτοϲ ἐν τοῖϲ ϲυμποϲίοιϲ τὸ ἴδιον βρῶμα καὶ πόμα ἐκόμιζε, πρὸϲ τὸ μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὐ δὴ χάριν ἐπενόηϲε Ῥῶμοϲ τὰ Βρουμάλια, εἰρηκὼϲ ἀναγκαῖον εἶναι τρέφειν τὸν βαϲιλέα τὴν ἑαυτοῦ ϲύγκλητον ἐν τῷ χειμῶνι, ὅτε ἠρεμοῦϲιν ἐκ τοῦ πολέμου, ἀρξάμενοϲ ἀπὸ τοῦ α′ ἕωϲ τοῦ ω′, κελεύϲαϲ καὶ τὴν ϲύγκλητον καλεῖν τοὺϲ ϲτρατιώταϲ. καὶ μέλλοντεϲ οἱ ϲτρατιῶται ἀπιέναι, ηὔλουν ἀφ’ ἑϲπέραϲ πρὸϲ τὸ γνῶναι ὅπου τραφήϲονται. καὶ τοῦτο ἐπενόηϲε πρὸϲ τὸ ἀπαλλαγῆναι τῆϲ ὕβρεωϲ ἑαυτοῦ ὁ Ῥῶμοϲ καλέϲαϲ τὸ ὄνομα τοῦ ἀρίϲτου Βρουμαλιούμ, ὅ ἐϲτι Ῥωμαϊϲτὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι.