Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.587
Not analysed yet
587 Βύβλον: πάπυρον. Αἰλιανόϲ· κελεύει τὸν μὲν ἀποδόϲθαι τῷ ικάνορι φάκελλον βύβλου τετρακοϲίων χρυϲῶν· ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προϲεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυϲίου προϲτιθέντα, ἕωϲ ἂν ἀπειπὼν δῷ ὅϲον ἂν αἰτηθεὶϲ τύχῃ τῇ ἐπὶ πάϲαιϲ φωνῇ. καὶ παροιμία· Bύβλου δὲ καρπὸϲ οὐ κρατεῖ ϲτάχυν μέγαν, ἐπὶ τῶν οὐ δυναμένων τοῖϲ ἰδίοιϲ χρῆϲθαι καλοῖϲ, παρόϲον ἀϲθενὴϲ οὖϲα ἡ βύβλοϲ οὐ δύναται μέγαν φέρειν καρπὸν.