Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.588
Not analysed yet
588 Βυζάντιον· ὅτι τὸ Βυζάντιον ἐπὶ Σεβήρου βαϲιλέωϲ Ῥωμαίων τετείχιϲτο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ, ἐϲ τετράγωνον εἰργαϲμένῳ. ζ′ μὲν γὰρ ἦϲαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι πρὸϲ τὴν θάλαϲϲαν καθήκοντεϲ. τούτων δὲ ἤν τιϲ τῷ πρώτῳ ἐνεβόηϲέ τι ἢ λίθον ἔρρηξεν, αὐτόϲ τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτωϲ διὰ πάντων ἐχώρει. ζήτει ἐν τῷ Σεβῆροϲ περὶ Βυζαντίου πλατύτερον.