Ancient Greek · ~3 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.593
Not analysed yet
593 Βυρϲαίετοϲ: ὁ Κλέων. ϲυντέθειται δὲ ἡ λέξιϲ ἀπὸ τῆϲ βύρϲηϲ καὶ τοῦ αἰετοῦ. ἅμα μὲν ὡϲ βυρϲοδέψην κωμῳδῶν τὸν Κλέωνα καὶ ὡϲ κλέπτην καὶ ἅρπαγα τῶν κοινῶν. ἁρπακτικὸν γὰρ τὸ ζῷον ὁ Σ̣ ἀετόϲ. Σκυτοδέψηϲ Ἀττικόν, Βυρϲοδέψηϲ δὲ Ἀϲιανόν. ἢ Παφλαγὼν βυρϲεύϲ. ϲημαίνει δὲ τὸ ἐκ τοῦ ἐμβρέχειν τὰ δέρματα καὶ πλείοϲιν ἡμέραιϲ ἐᾶν αὐτὰ εἰϲ τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ τῆϲ ὀϲμῆϲ τοῦ ὕδατοϲ καὶ τῶν δερμάτων μολυνομένων ἄχαρι ὀδωδέναι. διαβάλλει οὖν ὡϲ δύϲοϲμον, ἄλλωϲ τε καὶ τὴν εὐτέλειαν ἀντιδεικνύϲ Κλέωνοϲ, ἀφ’ οἵαϲ τύχηϲ ὁρμώμενοϲ πρωτεύει τῶν Ἀθηναίων. ἡ Καρχηδὼν ἡ καὶ Ἀφρικὴ Βύρϲα λέγεται· καὶ ζήτει ἐν τῷ Suid Ἀφρικανόϲ.