Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.651
Not analysed yet
651 Ἀηδών. καὶ ἀηδοῦϲ· ὡϲ Σαπφὼ κατὰ Μιτυληναίουϲ. Σοφοκλῆϲ· οὐδ᾿ οἰκτρᾶϲ γόον ὄρνιθοϲ ἀηδοῦϲ ᾄϲει δύϲμοροϲ· ἀλλ᾿ ὀξυτόνουϲ ὠδὰϲ θρηνήϲει, χερόπληκτοι δὲ ϲτέρνοιϲ πεϲοῦνται δοῦποι. καὶ αὖθιϲ· Οὐδ᾿ ὅϲον ἀηδόνεϲ ὑπνώουϲιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθιϲ· ἀλλ᾿ ἐμέ γ᾿ ἁ ϲτονόεϲϲ᾿ ἄραρε φρέναϲ ἃ Ἴτυν αἰὲν ὀλοφύρεται Soph. ὄρνιϲ ἀτυζομένα Διὸϲ ἄγγελοϲ. Ἀττικῶϲ ἄραρέ με. αὕτη ἴϲη μοι ταῖϲ φρεϲίν, ἀντὶ τοῦ ϲύμφωνα πράϲϲομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου ταῖϲ φρεϲί, τουτέϲτιν ἐκείνην ζηλῶ τὴν ἀξίωϲ τὸν Ἴτυν ϲτενάζουϲαν. Διὸϲ δὲ ἄγγελοϲ ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ ϲημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηροϲ· χλωρηῒϲ ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆϲ ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθοϲ. ἢ ἄγγελοϲ οἷον τέραϲ τὸ παῤ αὐτοῦ γινόμενον εἰϲ τερατείαν τῆϲ φύϲεωϲ. καὶ Σαπφώ· ἦροϲ ἄγγελοϲ ἡμερόφωνοϲ ἀηδών. Ἀηδὼν δὲ ἀηδόνοϲ, ϲυϲτέλλει.