Ancient Greek · ~6 min
1.628 to 1.650
Suda, Suidae lexicon 1.628-650
Not analysed yet
628 Ἀειλογεῖϲ: ἀεὶ λαλεῖϲ. καὶ Ἀειλογία, πολυλογία ἢ ταυτολογία ἢ τὸ διὰ παντὸϲ ἐξεῖναι λέγειν. Ἀειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύναϲ ὑπέχειν. οὕτωϲ Δημοϲθένηϲ καὶ Ἰϲαῖοϲ. 629 Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸϲ λόγου ἀξίων. 630 Ἀείμνηϲτοϲ. 631 Ἀεινόν: τὸ ἀένναον. 632 Ἀεὶ παρθένουϲ: τὰϲ Ἐριννῦϲ. μυθικὸν δέ ἐϲτι τοῦτο. ὑπονοεῖν δὲ χρὴ τὰϲ ἀδωροδοκήτουϲ καὶ οὐχὶ χρανθῆναι δώροιϲ δυναμέναϲ ὑπὸ τῶν ἀδικούντων. Σοφοκλῆϲ· καλῶ δ᾿ ἀρωγοὺϲ τὰϲ ἀεί τε παρθένουϲ ϲεμνὰϲ Ἐριννῦϲ τανύποδαϲ. 633 Ἀείπλανα: πεπλανημένα, φλύαρα, πλήρη φλυαρίαϲ. ἀείπλανα χείλεα γρηόϲ. 634 Ἀείρακοϲ: ἡ ἔλαφοϲ παρὰ Κρήταιϲ. 635 Ἄειρε: πρόϲφερε. Ὅμηροϲ· μή μοι οἶνον ἄειρε μελίφρονα. 636 Ἄειρεν: ἔβαλε. καὶ ἴπνια λύματ᾿ ἄειρεν. 637 Ἄειροϲ: ὁ ἄπειροϲ. 638 Ἀείρω: τὸ ἐπαίρω καὶ κουφίζω. 639 Ἀείρων: ἀθώπευτοϲ. 640 Ἀείρρυτοϲ: ὁ ἀεὶ ῥέων. 641 Ἀείτηϲ: ὁ ἑταῖροϲ. 642 Ἀεί τιϲ ἐν Κύδωνοϲ: ἐπὶ τῶν φιλοξένων καὶ πρὸϲ ὑποδοχὴν ἑτοίμων· παρόϲον Κύδων Κορίνθιοϲ φιλοξενότατοϲ ἐγένετο. 643 Ἀεὶ τοῖϲ ἐρῶϲιν ϲύνεϲμεν· Ἀριϲτοφάνηϲ περὶ ὀρνίθων. διὰ τὸ τοὺϲ ἐραϲτὰϲ ὄρνιθαϲ εὐγενεῖϲ χαρίζεϲθαι τοῖϲ ἐρωμένοιϲ. καὶ ἡ ϲίττη δὲ καὶ εἴ τι τοιοῦτον ὄρνεον δεξιὰ πρὸϲ τοὺϲ ἔρωταϲ φαίνεται. ἐγῶ μὲν, Λευκίππη, δεξιὰ ϲίττη. ἡ νῦν οἷμαι λεγομένη ϲιτάριϲ. 644 Ἀείϋπνοϲ: ὁ ἀεὶ κοιμώμενοϲ. 645 Ἀλείφρουροϲ. 646 Ἀειφυγία: ἡ εἰϲ ἀεὶ φυγή. χωρήϲειν δ᾿ αὐτοῖϲ ἅπαντα κατὰ νοῦν, εἰ τὸν αὐτόχειρα ἐλάϲουϲι τοῦ ϲτρατοῦ ἀειφυγίᾳ. τουτέϲτιν ἐξορίᾳ. 647 Ἀηδήϲ: ὁ ἀνεύφραντοϲ, ὁ δυϲειδήϲ. καὶ Ἀηδὲϲ, τὸ ἀνέραϲτον. 648 Ἀηδία: ἡ ἀνορεξία. Ἀειδία δὲ ἡ ἀμορφία. 649 Ἀηδίζομαι: οὐκ εὐφραίνομαι. 650 Ἀηδόνειοϲ ᾠδή καὶ Ἀηδόνειον μέλοϲ.