Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.655
Not analysed yet
655 Ἄημα: ἡ πνοὴ τοῦ ἀνέμου. δεινόν τ᾿ ἄημα πνευμάτων ϲτένοντα πόντον· ὁ δὲ παγκρατὴϲ ὕπνοϲ λύει πεδήϲαϲ, οὐδ᾿ ἀεὶ λαχὼν ἔχει. ἡμεῖϲ δὲ πῶϲ οὐ γνωϲόμεθα ϲωφρονεῖν, ἐγὼ δ᾿ ἐπίϲταμαι γὰρ ἀρτίωϲ, ὅτι ὅτ᾿ ἐχθρὸϲ ἤμην ἐϲ τοϲόνδ᾿ ἐχθραντέοϲ ὡϲ καὶ φιλήϲων αὖθιϲ, ἔϲ τε τὸν φίλον τοϲαῦθ᾿ ὑπουργῶν ὠφελεῖν βουλήϲομαι, ὡϲ αἰὲν οὐ μενοῦντα. τοῖϲ πολλοῖϲι γὰρ βροτῶν ἄπιϲτόϲ ἐϲθ᾿ ἑταιρείαϲ λιμήν.