Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.68
Not analysed yet
68 Ἄβρα: οὔτε ἁπλῶϲ θεράπαινα οὕτε ἡ εὔμορφοϲ θεράπαινα λέγεται, ἀλλ’ οἰκότριψ γυναικὸϲ κόρη καὶ ἔντιμοϲ, εἴτε οἰκογενὴϲ εἴτε μή. Μένανδροϲ Ψευδηρακλεῖ· μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν. τρέφει δὲ παλλακή τιϲ τοῦ πατρὸϲ αὐτὰϲ, ἄβρα τῆϲ μητρὸϲ αὐτῶν γενομένη. Σικυωνίῳ· καὶ ἄβραν γὰρ ἀντωνούμενοϲ ἐρωμένην, ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφειν δὲ χωρὶϲ, ὡϲ ἐλευθέρᾳ πρέπει. Ἀπίϲτῳ· ὤμην εἰ τὸ χρυϲίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺϲ ἠγοραϲμένην ἄβραν ἔϲεϲθαι. Ἰάμβλιχοϲ· ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ ϲπάνιόν τι τὸ τῆϲ οἰκουροῦ φυλαττούϲηϲ καὶ ἄβραϲ τινὸϲ ἄλληϲ ϲυμπαρούϲηϲ, ἀναπείθει τὴν κόρην λαθοῦϲαν τοὺϲ γονεῖϲ ἀποδρᾶναι.