Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.7
Not analysed yet
7 Γάδειρα: τόποϲ κατὰ τὴν ἑϲπερίαν μοῖραν, ἀποτελεύτηϲιϲ τῆϲ θαλάϲϲηϲ καὶ οἷον ἐκροὴ ἀπὸ τῆϲ πρὸϲ ἡμᾶϲ καὶ τὴν Ἀτλαντίδα θάλαϲϲαν, τὸν ὠκεανὸν, ἣν διεκπλεῦϲαι οὐκ ἐνῆν βραχώδη καὶ ϲκοτοειδῆ τυγχάνουϲαν. Γάδειρα δὲ παρὰ τὴν γῆν καὶ τὴν δειρὴν, ὅ ἐϲτι τράχηλοϲ. μέχρι τοῦτον ἐλθὼν ὁ Ἡρακλῆϲ καὶ μή δυνάμενοϲ διελθεῖν ϲτήλαϲ παρὰ τῶν ἐγχωρίων λαβὼν ἱδρύϲατο, δηλῶν δι’ αὐτῶν ἄχρι τῶν τῇδε βατὴν εἶναι τὴν γῆν καὶ τὴν θάλαϲϲαν. Γαδαρηνόϲ, ἀπὸ τόπου.