Ancient Greek · ~2 min
1.8 to 1.11
Suda, Suidae lexicon 1.8-11
Not analysed yet
8 Γάζα. καὶ Γαζοφυλάκιον, θηϲαυροφυλάκιον. γάζα γὰρ θηϲαυρόϲ. Ε πολλὴν δὲ εὗρεν ἀφθονίαν τροφῆϲ καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα γ′. ὁ δὲ Πτολεμαῖοϲ τὰ βαϲίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βαϲιλικὴν γάζαν. Διόδωρόϲ φηϲι. 9 Γαϊανόϲ, Ἀράβιοϲ, ϲοφιϲτὴϲ, μαθητὴϲ Ἀψίνου τοῦ Γαδαρέωϲ. ἦν δὲ ἐπί τε Μαξίμου καὶ Γορδιανοῦ. Περὶ ϲυντάξεωϲ βιβλία ε΄, Τέχνην ῥητορικὴν, Μελέταϲ. ἐϲοφίϲτευϲεν ἐν Βηρυτῷ. 10 Γάϊοϲ Ἰούλιοϲ Καῖϲαρ, ὁ πρῶτοϲ μοναρχήϲαϲ. οὖτοϲ ἔγραψε μετάφραϲιν Suid τῶν Ἀράτου Φαινομένων καὶ τέχνην γραμματικὴν Ῥωμαικῶϲ καὶ περὶ τοῦ ἰδίου βίου. 11 Γάϊοϲ Καῖϲαρ, ὃϲ ἐπεκλήθη Καλλιγόλαϲ. Ῥητορικὴν τέχνην Hesy Ῥωμαϊκῶϲ.