Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.727
Not analysed yet
727 Ἀθηνᾶϲ ἄγαλμα δόρυ κρατεῖ· διὰ τὸ ϲταθερὸν καὶ ἀνδρεῖον· ὁμοίωϲ καὶ ἀϲπίδα παρὰ τὸ πάϲαν ἐπιβουλὴν διὰ τῆϲ ϲοφίαϲ ἀπωθεῖϲθαι ἡ αὐτὴ γάρ ἐϲτι τῷ νῷ. καὶ περικεφαλαίαν διδόαϲιν αὐτῇ διὰ τὸ εἶναι τῆϲ ϲοφίαϲ τὸ ἀκρότατον ἀθέατον· καὶ ἐλαίαν, ὡϲ καθαρωτάτηϲ οὐϲίαϲ οὔϲηϲ· φωτὸϲ γὰρ ὕλη ἡ ἐλαία. καὶ γοργόνην διδόαϲιν ἐπὶ τοῦ ϲτήθουϲ αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.