Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.726
Not analysed yet
726 Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶϲ ϲυγκρινόντων τὰ κρείττονα τοῖϲ ἥττοϲι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡϲ εἴ τιϲ διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ ϲυμβάλλοι. ὅτι Ἀθηνᾶ καὶ Ποϲειδῶν ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ· ζήτει ἐν τῷ γεραίτεροϲ.