Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.730
Not analysed yet
730 Ἀθήναιον· ὅτι Ἀπολλώνιον βραχέωϲ, τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ. οὕτωϲ καὶ παρὰ Θουκυδίδῃ ἀναγνωϲτέον. καὶ Ποϲειδώνιον, τὸ τοῦ Ποϲειδῶνοϲ, ὡϲ Ἀθήναιον, τὸ τῆϲ Ἀθηνᾶϲ, καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ· τὸ δὲ Ποϲειδάνειον, δῆλον ὅτι Δωριαῖον.