Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.731
Not analysed yet
731 Ἀθήναιοϲ, Ναυκρατίτηϲ, γραμματικὸϲ, γεγονὼϲ ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοϲοφιϲταί· ἐν ᾧ μνημονεύει, ὅϲοι τῶν παλαιῶν μεγαλοψύχωϲ ἔδοξαν ἑϲτιᾶν. ὁ μέγαϲ Ἀλέξανδροϲ κἀκείνην νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ. καὶ Ἀλκιβιάδηϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάϲι. καὶ Ἐμπεδοκλῆϲ ὁ Ἀκραγαντῖνοϲ, Πυθαγορικὸϲ ὢν καὶ ἐμψύχων ἀπεχόμενοϲ, Ὀλύμπια νικήϲαϲ, ἐκ λιβανωτοῦ καὶ ϲμύρνηϲ καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάϲαϲ διένειμε τοῖϲ εἰϲ τὴν πανήγυριν ἀπαντήϲαϲι. καὶ ὁ Χῖοϲ Ἴων τραγῳδίαν νικήϲαϲ Ἀθήνηϲιν ἑκάϲτῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνοϲ Τελλίαϲ φιλόξενοϲ ὢν καταλύϲαϲί ποτε φ΄ ἱππεῦϲιν ὥρᾳ χειμῶνοϲ, ἔδωκεν ἑκάϲτῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμοϲ ὁ Συρακούϲιοϲ εἰϲ ἕκαϲτον τῶν ἐν τοῖϲ δείπνοιϲ παρατιθεμένων ϲτιχίδια καὶ παροιμίαϲ ἔλεγε. Κλέαρχοϲ δὲ ὁ Σολεὺϲ δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύϲιπποϲ γαϲτρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ ϲυμποϲίῳ Πλάτωνοϲ κη΄ ἦϲαν δαιτυμόνεϲ.