Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.732
Not analysed yet
732 Ἀθηναίων δυϲβουλία: ἐπὶ τῶν παῤ ἐλπίδαϲ καὶ ἀναξίωϲ εὐτυχούντων. τὸ γὰρ κακῶϲ βουλεύεϲθαι Ἀθηναίοιϲ ἤϲκητο· τὴν δὲ Ἀθηνᾶν παραϲχεῖν τὸ κακῶϲ βουλευθὲν ἀποκλῖναι καλῶϲ· καὶ ἦν τοῦτο λεγόμενον ἐπιχώριον. καὶ Εὔπολιϲ· ὡϲ εὐτυχεῖν μᾶλλον ἢ καλῶϲ φρονεῖν. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· φαϲὶ γὰρ δυϲβουλίαν τῇδε τῇ πόλει προϲεῖναι. ταῦτα μέντοι τοὺϲ θεοὺϲ ἅττ᾿ ἂν ὑμεῖϲ ἐξαμάρτητε, ἐπὶ τὸ βέλτιον τρέπειν. ὅτι αὐτόχθονεϲ οἱ Ἀθηναῖοι ἐλέγοντο καὶ Ἀρκάδεϲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ἤτοι τὴν γῆν, ἀργὴν οὖϲαν πρῶτοι εἰργάϲαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺϲ ἐπήλυδαϲ.