Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.735
Not analysed yet
735 Ἀθηνόδωροϲ· Στωϊκὸϲ φιλόϲοφοϲ, ἐπὶ Ὀκταουϊανοῦ βαϲιλέωϲ Ῥωμαίων· ἐφ᾿ οὗ πᾶϲα ἀνάγκη κοινὸν εἶναι δυϲτύχημα τὴν τοῦ κράτουϲ ἄλογον ἐξουϲίαν, ἐξ οὗ δὴ μάλιϲτα ταῖϲ Ἀθηνοδώρου τούτου ϲυμβουλίαιϲ ἐπείϲθη. καὶ διαδέχεται Τιβέριοϲ τὴν βαϲιλείαν. τότε γὰρ οἱ κόλακεϲ παρὰ τοῦ βαϲιλέωϲ δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίϲτων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖϲ καὶ ἀπράγμονεϲ μὴ τὸν αὐτὸν ἐκείνοιϲ αἱρούμενοι βίον εἰκότωϲ ἐϲχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοτττεϲ. ὥϲτε ἐκ τούτου τὰϲ μὲν πόλειϲ ϲτάϲεων πληροῦϲθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδουϲ ἥττοϲιν ἄρχουϲιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖϲ χαριεϲτέροιϲ ἐποίουν, τὴν δὲ ἐν τοῖϲ πολέμοιϲ προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺϲ καιροὺϲ ἐκείνουϲ καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ εἰϲήχθη οὔπω πρότερον οὖϲα· καὶ προϲέτι γε ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεϲκεύαϲτο πρὸϲ φιλοϲοφίαν τά τε ἀπὸ τῆϲ φύϲεωϲ καὶ τὰ ἀπὸ τῆϲ ἐπιεικοῦϲ προαιρέϲεωϲ, ὅτε Πρόκλοϲ ἔζη. καὶ διαφανῶϲ ἐξηγεῖτο τοῖϲ πληϲιάζουϲιν. ὃν ὁ Σαλούϲτιοϲ θαυμάζων ἐπὶ ϲπουδῆϲ ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωποϲ ἐξάπτοντι πάντα τὰ παρακείμενα. ἀλλ᾿ ὅμωϲ ἔπειϲεν Ἀθηνόδωρον μὴ φιλοϲοφῆϲαι.