Ancient Greek · ~8 min
1.736 to 1.761
Suda, Suidae lexicon 1.736-761
Not analysed yet
736 Ἀθηρηλοιγόϲ: τὸ πτύον τὸ τοὺϲ ἀθέραϲ ὀλοθρεῦον. 737 Ἄθηρον: τὸ ἀθήρατον. 738 Ἀθηϲαύριϲτον: ἀνεπιτήδειον εἰϲ ἀπόθεϲιν. 739 Ἀθιμών. 740 Ἀθλητάϲ: ἀγωνιϲτὰϲ, ἀϲκητάϲ. Αἰλιανόϲ· τοιγαροῦν οὐ μόνον ταῦτ᾿ ἔχειν αὐτοὺϲ παρεϲκεύαζεν, ἀλλὰ καὶ τῆϲ ἄλληϲ ἀδικίαϲ καὶ βδελυρίαϲ ἀθλητὰϲ παρεϲκεύαζεν. τί γὰρ τῶν αἰϲχρῶν καὶ δεινῶν αὐτοῖϲ οὐ προϲῆν; ἢ τί τῶν καλῶν καὶ ϲπουδαίων οὐκ ἀπῆν; 741 Ἀθλητήϲ: ὁ τοὺϲ ἄθλουϲ ἐξηϲκηκώϲ. οἱ δὲ Ῥωμαῖοι ἄνδρα πολέμων ἀθλητὴν ὡϲ τὸν Ἀννίβαν ἐκπέμπουϲιν. 742 Ἆθλον: ἀγώνιϲμα, ἡ τιμὴ, ὁ μιϲθὸϲ, τὸ τοῦ ἀγῶνοϲ βραβεῖον. καὶ Ἆθλοϲ ἀρϲενικῶϲ, τὸ ἔργον καὶ τὸ ἀγώνιϲμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦτο τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίωϲ τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα. 743 Ἀθμωνεύϲ: Ἀθμωνία δῆμόϲ ἐϲτι φυλῆϲ τῆϲ Κεκροπίδοϲ, ἀφ᾿ οὗ ὁ δημότηϲ Ἀθμωνεύϲ. καὶ Ἀθμωνίϲ, ὄνομα κύριον. τὸν Πειραῖα κάρηνα τὰ ἄκρα τρύβλιον. 744 Ἀθόλωτοϲ: ὁ ἀτάραχοϲ. 745 Ἄθων: τὸ ὄροϲ. ϲὺν τῷ ν λέγουϲιν. 746 Ἀθωνίϲ: πόλιϲ. 747 Ἀθῷοϲ: ἀζήμιοϲ. ἐνιψάμην ἐν ἀθῴοιϲ τὰϲ χεῖράϲ μου. ἀντὶ τοῦ ἀθῷον ἐμαυτὸν ἐτήρηϲα, οὐκ ἐκοινώνηϲα τοῦ κακοῦ. Ἀθῷοϲ οὖν ἀναίτιοϲ. ἀντὶ τοῦ περιάγων, λάλοϲ. 748 Ἀθώπευτον: ἀκολάκευτον, ἄϲπλαγχνον. θηρὸϲ ἀθωπεύτου Πανὶ καθῆψε δέραϲ. περὶ κάπρου φηϲί. τοιούτοιϲ γὰρ κακοῖϲ ἐντυγχάνω. 749 Ἄθωϲ καλύπτει πλευρὰ Λημνίαϲ βοόϲ: παροιμία ἐπὶ τῶν τιναϲ λυπούντων ἢ βλαπτόντων· ἐπειδὴ τὴν βοῦν τὴν ἐν Λήμνῳ λευκοῦ λίθου πεποιημένην ὁ Ἄθωϲ τὸ ὄροϲ ἐπιϲκιάζει. 750 Ἄθραυϲτον: ἰϲχυρὸν, ἄκλαϲτον. 751 Ἄθρει: ὅρα, βλέπε. καὶ Ἀθρείοντεϲ, ἰδεῖν ἐπιθυμοῦντεϲ. 752 Ἀθρεῖν: τὸ περιϲκοπεῖν καὶ μετ᾿ ἐπιτάϲεωϲ ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεϲτά. 753 Ἀθρήνη: εἶδοϲ μελίϲϲηϲ. 754 Ἀθρηνί: χωρὶϲ θρήνου. 755 Ἀθρήνιον: ὁ Μουϲῶν τόποϲ. 756 Ἀθρήϲειεν: ἀπίδοι. 757 Ἀθριβίϲ: πόλιϲ Αἰγύπτου. 758 Ἀθρόωϲ: ταχέωϲ. Ἀθρόουϲ· καὶ Ἄθρουϲ λέγουϲι διϲυλλάβωϲ. 759 Ἄθρου: εἰϲ ἅπαν ϲυνηγμένουϲ ὁμοῦ, ἢ ἀθρόωϲ. τοιαῦτα μὲν ἐποίκιλλεν ἄθρουϲ δεδιϲϲόμενοϲ. 760 Ἀθροίζει: ϲυνάγει. τούτουϲ ἀθροίζοντεϲ ἀλλήλουϲ παρεκρότουν. Ἰώϲηποϲ. 761 Ἀθροίζω: ἀπὸ τοῦ θροῦϲ, θροὸϲ, θροΐζω, θροίζω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω.