Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.802
Not analysed yet
802 Ἀκαρῆ: ἀκαρῶϲ, ἐπίρρημα· ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτόμῳ. ἐν ἀκαρεῖ δὲ Ἀριϲτοφάνηϲ Πλούτῳ· γυμνὸϲ θύραζ᾿ ἔπεϲον ἐν ἀκαρεῖ χρόνῳ. τῷ ἐλαχίϲτῳ, ὃν οὐχ οἷόν τε διακεῖραι καὶ κόψαι διὰ τὸ βραχ τοῦ χρόνου. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν, τῶν διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. ἔϲτι δὲ ἐπίρρημα τὸ ἀκαρῶϲ. ἀφ᾿ οὗ τὸ ἀκαρὲϲ ἐπιρρηματικὸν ὄνομα. καρὶ δὲ τῷ καρί, κάρ, καρόϲ, καρί.