Ancient Greek
1.794 to 1.801
Suda, Suidae lexicon 1.794-801
Not analysed yet
794 Ἀκάματον πῦρ· Ὅμηροϲ· δαῖε οἱ ἐκ κόρυθόϲ τε καὶ ἀϲπίδοϲ ἀκάματον πῦρ. 795 Ἀκαμπίαϲ: ὁ εὐθύδρομοϲ. καὶ Ἀκάμπιοϲ δρόμοϲ, ὁ μακρὸϲ καὶ δι᾿ εὐθείαϲ περίπατοϲ. 796 Ἄκανθα: τὸ φυτὸν, καὶ ἡ ῥάχιϲ τοὺ κήτουϲ. καὶ τὸ ἐξ οὖ τρίβολοϲ. τὸ δὲ θηρίον ὁρμῇ βιαίᾳ προϲπεϲὸν διακόπτει τῇ ἀκάνθῃ τοὺϲ δεϲμούϲ. καὶ ἐπὶ τῶν ἀφώνων καὶ ἀμούϲων παροιμία, Ἀκάνθιοϲ τέττιξ. 797 Ἄκανθα: ἡ ἁμαρτία. Δαβίδ· ἐν τῷ ἐμπαγῆναι μοι ἄκανθαν. ὡϲ ἄχρηϲτον βλάϲτημα καὶ ὡϲ κεντεῖν πεφυκόϲ. 798 Ἀκανθίαϲ: οὐκ εἶδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον τέττιγοϲ ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάνθαιϲ. ὥϲπερ καὶ ὁ ἀχέταϲ οὐκ εἶδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον ἀπὸ τοῦ ἠχεῖν. 799 Ἀκαπήλευτον: ἄδολον, καθαρὸν, ἀρᾳδιούργητον. 800 Ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτωϲ Ἀντιφῶν. 801 Ἀκαρῆ: βραχὺ, ὀξὺ, ὃ οὐχ οἷόν τε κεῖραι. Ἀριϲτοφάνηϲ· οὐκ οἶδ᾿ ὅπη ἐγκεκύκληϲαι, ὃϲ πολλῶν ἄρχων οὐκ ἀπολαύειϲ πλὴν τοῦθ᾿ ὃ φέρειϲ ἀκαρῆ. καὶ τοῦτ᾿ ἐρίῳ ϲοι ἐνϲτάζουϲι κατὰ μικρὸν ἀεὶ, τοῦ ζῆν ἕνεχ᾿ ὥϲπερ ἔλαιον. βούλονται γάρ ϲε πένητ᾿ εἶναι.