Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.81
Not analysed yet
81 Ἀβρογάϲτηϲ· Φράγγοϲ, ὃϲ κατὰ ἀλκὴν ϲώματοϲ καὶ θυμοῦ τραχύτητα φλογοειδὴϲ ἦν, δευτεραγωνιϲτὴϲ τυγχάνων Βαύδωνοϲ. ἄλλωϲ τε ἦν καὶ πρὸϲ ϲωφροϲύνην πεπηγώϲ τε καὶ διηρθρωμένοϲ καὶ πρὸϲ χρήματα πόλεμον πολεμῶν ἄϲπονδον. διέφερε γοῦν τῶν εὐτελῶν ϲτρατιωτῶν ὅϲον γε εἰϲ πλοῦτον οὐδέν. καὶ διὰ τοῦτο ἐδόκει τῷ βαϲιλεῖ Θεοδοϲίῳ χρήϲιμοϲ, ὅϲ γε πρὸϲ τὸν Οὐαλεντινιανοῦ τρόπον ἀρρενωπὸν ὄντα καὶ δίκαιον, καὶ τὸ παῤ ἑαυτοῦ βάροϲ ἐπετίθει, καθάπερ ὀρθὸν καὶ ἀϲτραβῆ τὸν κάνονα τοῖϲ βαϲιλείοιϲ, πρὸϲ τὸ μηδὲν τῶν περὶ τὴν αὐλὴν παραβλάπτεϲθαι ἢ ἁμαρτάνεϲθαι.