Ancient Greek · ~2 min
1.82 to 1.86
Suda, Suidae lexicon 1.82-86
Not analysed yet
82 Ἁβροδιαίτῃ: τρυφερᾷ ζωῇ καὶ ἁπαλῇ. καὶ Ἁβροδίαιτοϲ: τρυφητὴϲ, φητὴϲ τρυφερόβιοϲ. τοῖϲ δὲ Ῥωμαίοιϲ οὐκ ἐϲ τὸ ἁβροδίαιτον ὁ βίοϲ· ἄλλωϲ δὲ ὡϲ φιλοπόλεμοί τέ εἰϲι καὶ φερέπονοι. ϲημαίνει δὲ καὶ τὸν πλουϲίωϲ ζῶντα. καὶ Ἁβρότητι: τρυφερότητι, ἁπαλότητι. 83 Ἀβροκόμαϲ· οὗτοϲ ϲατράπηϲ ἦν Ἀρταξέρξου τοῦ Περϲῶν βαϲιλέωϲ. 84 Ἀβρόμιοϲ: χωρὶϲ οἴνου. ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρὸϲ, εἰϲ ἑκατόν ϲοι ἠελίουϲ δροϲερᾶν πίομαι ἐκ λιβάδων, ἀβρόμιοϲ καὶ ἄοινοϲ. ἐν Ἐπιγράμμαϲιν. 85 Ἄβρομοϲ: ὁ θορυβώδηϲ. 86 Ἁβρόν: παρὰ Ἡροδότῳ καλὸν, αὔθαδεϲ, ϲεμνὸν, τρυφερόν.