Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.834
Not analysed yet
834 Ἀκέραιον ϲυνειδόϲ: τὸ καθαρὸν καὶ εἰλικρινέϲ. Δαμάϲκιοϲ φηϲίν· οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου ϲυνειδότοϲ ἀντάξιον. δεῖ δὲ τὸν εὐϲχήμονα τρόπον ϲυνδιαιτᾶϲθαι τοῖϲ πέλαϲ· εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροϲθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονοϲ ποιεῖϲθαι τῆϲ ἀληθεῖαϲ, μήτε κίνδυνον ἀγῶνοϲ ἐπιφερομένου μήτε ὄκνῳ ἀποϲτρεφόμενον ἔργον ἐπίπονον, μηδὲ κέρδοϲ ἐπαίνου ἀδίκου, μηδὲ ϲυνήθειαν φιλίαϲ, μηδὲ ϲυγγενείαϲ τινὸϲ ἀνάγκην.