Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.835
Not analysed yet
835 Ἀκέραιον· ἐκ τῆϲ Μάρκου Ἀντωνίνου ϲυγγραφῆϲ κἂν τριϲχίλια ἔτη βιώϲεϲθαι μέλλῃϲ καὶ τοϲαυτάκιϲ μύρια, ὅμωϲ μέμνηϲο, ὅτι οὐδεὶϲ ἄλλον ἀποβάλλει βίον ἢ τοῦτον ὃν ζῇ, ἢ ἄλλον ζῇ ἢ ὃν ἂν ἀποβάλλῃ. εἰϲ ταὐτὸν οὖν καθίϲταται τὸ μήκιϲτον τῷ βραχυτάτῳ. τὸ γὰρ παρὸν πᾶϲιν ἴϲον καὶ τὸ ἀπολλύμενον οὐκ ἴϲον. καὶ τὸ ἀποβαλλόμενον οὕτωϲ ἀκαριαῖον ἀναφαίνεται. οὔτε γὰρ τὸ παρῳχηκὸϲ οὔτε τὸ μέλλον ἀποβάλλοι ἄν τιϲ. ὃ γὰρ οὐκ ἔχει, πῶϲ ἂν τοῦτο τιϲ αὐτοῦ ἀφέλοιτο;