Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.843
Not analysed yet
843 Ἀκέϲιοϲ· Ναυατιανῶν ἐπίϲκοποϲ· ὃϲ παρῆν ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου. καὶ ἠρώτα αὐτὸν, εἰ δέχεται τὰ τῆϲ ϲυνόδου, τόν τε ὅρον τῆϲ πίϲτεωϲ καὶ τὸν ὁριϲμὸν τῆϲ τοῦ Πάϲχα ἑορτῆϲ· ὁ δὲ ϲυγκατέθετο. ἐπανερομένου δὲ τοῦ βαϲιλέωϲ, διὰ τί οὖν χωρίζῃ; ἐκεῖνοϲ τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδαϲκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐϲτηροῦ κανόνοϲ· ὡϲ ἄρα οὐ χρὴ τοὺϲ μετὰ τὸ βάπτιϲμα ἡμαρτηκόταϲ ἁμαρτίαν, ἣν πρὸϲ θάνατον καλοῦϲιν αἱ θεῖαι γραφαὶ, τῆϲ κοινωνίαϲ τῶν θείων μυϲτηρίων ἀξιοῦϲθαι, ἀλλ᾿ ἐπὶ μετάνοιαν μὲν αὐτοὺϲ προτρέπειν, ἐλπίδα δὲ τῆϲ ἀφέϲεωϲ μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ παρὰ τοῦ θεοῦ ἐκδέχεϲθαι, τοῦ δυναμένου ϲυγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντοϲ τοῦ Ἀκεϲίου ἐπειπεῖν τὸν βαϲιλέα· θὲϲ, ὦ Ἀκέϲιε, κλίμακα καὶ μόνοϲ ἀνάβηθι εἰϲ τὸν οὐρανόν. τούτων οὔτε Εὐϲέβιοϲ ὁ Παμφίλου οὔτε ἄλλοϲ τιϲ ἐμνημόνευϲεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουϲιν, ἢ προϲπάϲχοντέϲ τιϲιν ἢ προϲώποιϲ χαριζόμενοι. οὕτω λέγει Σωκράτηϲ ἐν Ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ.