Ancient Greek · ~2 min
1.837 to 1.842
Suda, Suidae lexicon 1.837-842
Not analysed yet
837 Ἀκεραιοϲύνη· ἀκερωϲύνη δέ. 838 Ἄκερωϲ βοῦϲ: ὁ μὴ ἔχων κέρατα. καὶ Ἄκερων, οὐδετέρωϲ μονόπτωτον. 839 Ἀκερϲεκόμηϲ: τὴν κόμην μὴ κειρόμενοϲ. 840 Ἄκεϲϲα: Ῥωμαϊκόν τι μηχάνημα ἐκ δενδροτομίου πρὸϲ ἐρυμνότητα μεταϲκευαζόμενον. οἱ δὲ Ῥωμαῖοι ξυνέθεϲαν τὴν λεγομένην ἄκεϲϲαν τῇ Ῥωμαίων φωνῇ. δενδροτομήϲαντεϲ γὰρ ἀλλεπάλληλα ϲτελέχη τῇ ξυνθήκῃ καταϲτορέϲαντεϲ ἀπετείχιϲαν ὡϲ ἐνῆν τὴν ἐνθένδε πορείαν τῆϲ πόλεωϲ. 841 Ἀκέϲαϲθαι καὶ Ἀκέϲαι: ἰάϲαϲθαι. ὅθεν Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέϲτριαν καλοῦϲιν. 842 Ἀκεϲίαϲ ἰάϲατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. ἔοικε δὲ ὁ Ἀκεϲίαϲ πρὸϲ τὸ χεῖρόν τινα θεραπεῦϲαι.