Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.848
Not analysed yet
848 Ἀκέϲματα: ὑγιάϲματα, ἰάματα. ἡ δὲ λαθοῦϲα τὰϲ φυλακὰϲ ἅμα τῇ θυγατρὶ ἀνέδραμεν, ἄκεϲμα τῆϲ ἐϲομένηϲ ἐνδείαϲ ἐπιφερομένη. ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸϲ λύϲειϲ τε νόϲων εἰπεῖν καὶ ὥραν ἀκαιρίαϲ ἀκέϲαϲθαι, ἀγονίαιϲ καὶ ἀκαρπίαιϲ διά τινων ἱερουργιῶν ἐπινοῆϲαί τε καὶ δοῦναι μεταβολὰϲ, καί τιναϲ εἰϲ εὐπορίαν ἀγαθὰϲ ὁδούϲ. τοῦτον ἐϲ Κρήτην ὁ Μίνωϲ καλεῖ φαϲιν ἐπὶ δώροιϲ, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνιχνεύϲῃ. καὶ Ἀκεϲμὸν, ἰατρείαν.