Ancient Greek · ~3 min
1.849 to 1.859
Suda, Suidae lexicon 1.849-859
Not analysed yet
849 Ἀκεϲώ: ὄνομα κύριον, θηλυκόν. 850 Ἀκεϲώδυνον: θεραπευτικὸν τῶν ὀδυνῶν. 851 Ἀκέϲταϲ: ἰατρούϲ. καὶ Ἀκέϲτωρ, ἀκέϲτοροϲ, ὁ ἰατρόϲ. 852 Ἀκέφαλοϲ: αἵρεϲίϲ τιϲ, ἧϲ ἦν Σευῆροϲ ἔξαρχοϲ. καὶ ζήτει ἐν τῷ Εὐτυχήϲ. 853 Ἀκέφαλοϲ: ὁ ἄτιμοϲ. καὶ παροιμία· Ἀκέφαλοϲ μῦθοϲ. ἐπὶ τῶν ἀτελῆ λεγόντων εἴρηται ἡ παροιμία. 854 Ἀκειόμενοϲ: θεραπευόμενοϲ. 855 Ἀκειρεκόμηϲ: τὴν κόμην μὴ κειρόμενοϲ. 856 Ἀκεῖϲθαι: θεραπεύειν. Ἀκεῖϲθαί· λέγειν θεραπεύειν κωμῳδοῦντα. 857 Ἀκή: ἀκμὴ ϲιδήρου. καὶ Ἀκὴν, ἡϲυχίαν. 858 Ἀκή: πόλιϲ ἐν Φοινίκῃ, ἣν οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλουμένην οὕτω πάλαι φηϲὶν ὀνομάζεϲθαι, Δημήτριοϲ δὲ οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτηϲ ἀκρόπολιν. 859 Ἀκήδεϲτοι: μηδεμιᾶϲ φροντίδοϲ τυχόντεϲ. ἢ Ἀκήδευτοι καὶ ἄταφοι. καὶ Ἀκήδιϲτοι ὁμοίωϲ.