Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.9
Not analysed yet
9 Ἀάϲχετοϲ: ἀκράτητοϲ. Ἀββᾶ: ὁ πατήρ. οἱ μὲν παλαιοὶ ἐκάλουν πατέρα τὸν θεὸν ἐξ οἰκείαϲ διανοίαϲ, ὡϲ Μωϋϲῆϲ· θεὸν τὸν γεννήϲαντά ϲε ἐγκατέλιπεϲ· καὶ Μαλαχίαϲ· ὁ θεὸϲ εἷϲ ἐγέννηϲεν ἡμᾶϲ καὶ πατήρ· οἱ δὲ ἐν χάριτι, ἀπὸ πνευματικῆϲ ἐνεργείαϲ κινούμενοι. ὥϲπερ πνεῦμα ϲοφίαϲ εἶναι, καθ’ ὃ ϲοφοὶ οἱ ἄϲοφοι ἐγένοντο (καὶ δηλοῦται τοῦτο ἀπὸ τῆϲ διδαϲκαλίαϲ) καὶ πνεῦμα δυνάμεωϲ εἶναι, καθ’ ὃ καὶ ἀϲθενεῖϲ καὶ νεκροὺϲ ἤγειρον, καὶ πνεῦμα προφητείαϲ, καὶ πνεῦμα γλωϲϲῶν, οὕτω καὶ. πνεῦμα υἱοθεϲίαϲ. καὶ ὥϲπερ ἴϲμεν τὸ πνεῦμα τῆϲ προφητείαϲ, ἀφ’ ὧν ὁ ἔχων αὐτὸ λέγει τὰ μέλλοντα ὑπὸ τῆϲ χάριτοϲ κινούμενοϲ, οὕτω δὴ καὶ πνεῦμα υἱοθεϲίαϲ, ἀφ’ οὐ ὁ λαβὼν πατέρα καλεῖ τὸν θεὸν, ὑπὸ πνεύματοϲ κινούμενοϲ. ὁ δὴ βουλόμενοϲ δεῖξαι γνηϲιώτατον ὂν καὶ τῇ τῶν Ἐβραίων ἐχρήϲατο γλώττῃ. οὐ γὰρ εἶπεν ὁ πατὴρ, ἀλλ’ ἀββᾶ ὁ πατήρ· ὅπερ τῶν παίδων μάλιϲτά ἐϲτι τῶν γνηϲίων πρὸϲ πατέρα ῥῆμα.