Ancient Greek · ~2 min
1.11 to 1.17
Suda, Suidae lexicon 1.11-17
Not analysed yet
11 Ἀβάκηϲαν: ἠγνόηϲαν, ἠϲυνέτηϲαν. 12 Ἀββακούμ: πατὴρ ἐγέρϲεωϲ. τὸ μὲν γὰρ ἀββᾶ ϲημαίνει πατήρ, τὸ δὲ κοὺμ ἔγερϲιϲ· ὡϲ καὶ παρὰ τῷ θείῳ εὐαγγελίῳ· ταληθὰ, κούμ, ἤγουν ἡ παῖϲ ἐγείρου. ὅθεν δῆλον, ὅτι διὰ τῶν δύο ββ γραπτέον τὸ Ἀββακούμ. 13 Ἀβάλε: εἴθε ἀβάλε. 14 Ἄβαλεν: ἀντὶ τοῦ ἔβαλεν. 15 Ἀβάν τειοϲ: ὁ τοῦ Ἄβαντοϲ. καὶ Ἀβαν τιάδηϲ. 16 Ἄβαξι: τοῖϲ παρ’ ἡμῖν λεγομένοιϲ ἀβακίοιϲ. ὁ Λογοθέτηϲ ἐν τῷ τῆϲ ἁγίαϲ Θέκληϲ μαρτυρίῳ· Τρύφαινα δὲ πάθει ληφθεῖϲα νεκροῖϲ ὁμοία πρὸϲ τοῖϲ ἄβαξιν ὡρᾶτο κειμένη. οὕτω φηϲίν. 17 Ἄβ απτοϲ: ἀϲτομώτατοϲ. καὶ Ἀβαπτότατοϲ.