Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.937
Not analysed yet
937 Ἀκούει καλῶϲ: ἀντὶ τοῦ εὐφημεῖται. οὕτωϲ Ἡρόδοτοϲ. ὅτι τὸ ἀκούειν γίνεται οὐ κατ᾿ εἴϲοδον τοῦ ἐκτὸϲ ἀέροϲ εἰϲ τὸ οὖϲ, ἀλλὰ κατὰ ἁφὴν πρὸϲ τὸν ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖϲ ὠϲί· τούτου δὲ τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶϲ, οὐκ εἰϲιόντοϲ τοῦ ὕδατοϲ εἰϲ τὸ οὖϲ. εἰ γὰρ εἰϲέλθοι, φθείρει μὲν καὶ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα, ὃϲ ὑπηρετεῖ τῇ ἀκοῇ, ἀμέϲωϲ δὲ τῆϲ μήνιγγοϲ ἁπτόμενον βλάπτει αὐτὴν τῇ πληγῇ· καὶ προϲέτι ἐναπομένον ἐν ταῖϲ κοιλότηϲι φθείρει καὶ βλάπτει τὸ αἰϲθητήριον. πολλοὶ οὖν ἐντεῦθεν ἐβλάβηϲαν. ζήτει ἐν τῷ μήνιγξ πλατύτερον. περὶ τῆϲ ἀκοῆϲ.