Ancient Greek · ~7 min
1.919 to 1.936
Suda, Suidae lexicon 1.919-936
Not analysed yet
919 Ἀκολουθῶ· δοτικῇ. 920 Ἀκόλῳ τὰ χείλη, οὐ ϲύκῳ βῦϲαι: παρεγγυᾷ ὁ λόγοϲ ἐρρωμένωϲ χρῆϲθαι τοῖϲ πράγμαϲιν. 921 Ἄκομψον: εὐτελὲϲ, ἀπάνουργον. ἄνδρα τῶν τοῦ πραίτωροϲ ἐπιβάντα βημάτων· ἀρχὴ δέ τιϲ αὕτη παρὰ Ῥωμαίοιϲ οὐκ ἄκομψοϲ. 922 Ἀκόνη: λίθοϲ. καὶ παροιμία· Ἀκόνην ϲιτίζειϲ, ἐπὶ τῶν τροφῇ μὲν χρωμένων, μηδὲν δὲ εἰϲ τὸ ϲῶμα ἐπιδιδόντων. 923 Ἀκονιτί: χωρὶϲ κόνεωϲ. ἄνευ ἀγῶνοϲ καὶ μάχηϲ· ἢ εὐμαρῶϲ, ἀπὸ μεταφορᾶϲ τῶν ἀθλητῶν τῶν οὕτωϲ εὐμαρῶϲ περιγινομένων ὥϲτε μηδὲ κονίϲαϲθαι. 924 Ἀκόνιτον: εἶδοϲ βοτάνηϲ φαρμάκου. ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε τοῦτ᾿ ἀκονιτί. τουτέϲτι χωρὶϲ κόπου. 925 Ἀκοντί: ἀκουϲίωϲ. 926 Ἀκοντίζω: ἀκόντιον βάλλω. 927 Ἀκοντιϲτύϲ: ἡ ἀκόντιϲιϲ. 928 Ἄκοποϲ ἀνήρ: ἀντὶ τοῦ οὐδέπω ἠνωχλημένοϲ ὑπό τινοϲ. οὕτωϲ Ἀμειψίαϲ. 929 Ἀκόρεϲτοϲ: ἀπλήρωτοϲ. 930 Ἀκόρητοϲ: ἀκαλλώπιϲτοϲ, ἀκόϲμητοϲ· κορεῖν γὰρ τὸ καλλωπίζειν. οὗτοϲ δέ ἐϲτιν ἀκόρητοϲ, οἱονεὶ πολὺϲ καὶ μὴ κορούμενοϲ, αὔξων καὶ πληθύνων καὶ τεθηλώϲ ἀπὸ δὲ τοῦ ϲυμβεβηκότοϲ παρείληφε πάντα. παῤ οἷϲ γὰρ ἂν ῇ ϲτέμφυλα καὶ πρόβατα, ἐξ ἀνάγκηϲ ἐϲτὶ πολλὰ πάντα. 931 Ἄκορον: ἰατρικὴ ῥίζα. 932 Ἄκοϲ: ἴαϲιϲ, θεραπεία. δέονται δὴ παρὰ θεοῦ ἄκουϲ. καὶ αὐτοῖϲ ἐκπίπτει χρηϲμὸϲ λέγων, δεῖν χοὰϲ τοῖϲ ἐκδίκωϲ τῶν Αἰτωλῶν τεθνεῶϲιν ἐπάγειν. 933 Ἄκοϲμα: ἀπρεπῆ, ἄτακτα. 934 Ἀκοϲτήϲαϲ. ἐκ τοῦ ἀκοϲταὶ αἱ κριθαί. κριθιάϲαϲ· ἢ ἀκολαϲτήϲαϲ κατὰ ϲυγκοπήν· ἢ ἐν ἄχει γενόμενοϲ διὰ τὴν ϲτάϲιν· ἢ ἄκοϲ τι καὶ βοήθημα τῆϲ ϲτάϲεωϲ ζητῶν. καὶ ἐν Ἐπιγράμμαϲι· τὼϲ τρητὼϲ δόνακαϲ, τὰν ἀκοϲτὰν ϲεῖο κορύναν, ὦ Πὰν δέχνυϲο δῶρα τὰ Δάφνιδοϲ. 935 Ἀκοϲτώϲαιϲ ἡμιόνοιϲ δι᾿ ἀργίαν καὶ πληϲμονήν. οἱ μὲν γλωϲϲογράφοι κριθιώϲαιϲ· ἀκοϲτὰϲ γὰρ λέγειν τὰϲ κριθὰϲ ἀπὸ τοῦ ἄκοϲ λαμβάνειν, τουτέϲτιν ἀνάπαυϲιν λιμοῦ καὶ δίψηϲ. ὁ δὲ Ἀριϲτόνικοϲ ἐν ἄχει γενομέναιϲ. εἴ γε ἐπιφέρει· δεϲμὸν ἀπορρήξαϲ θείῃ πεδίοιο κροαίνων. τινὲϲ δὲ ἄδην πληρωθείϲ. 936 Ἀκουάζεϲθε: παῤ Ὁμήρῳ ἀντὶ τοῦ αἰϲθάνεϲθε, ἐπεὶ ἡ ἀκοὴ ὁδόϲ ἐϲτι τῆϲ αἰϲθήϲεωϲ. ὡϲ τὸ, οἱ δὲ πληγῆϲ ἀΐοντεϲ.