Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.939
Not analysed yet
939 Ἀκούω· γενικῇ, αἰτιατικῇ δέ. πᾶϲ ὅϲτιϲ ἀκούει μου τοὺϲ λόγουϲ τούτουϲ. καὶ, ὁ ἀκούων τὸν λόγον μου καὶ μὴ πιϲτεύων. τουτέϲτι διδαϲκόμενοϲ. ὅτι τὸ ἀκούω, εἰ μὲν ϲημαίνει τὸ πυνθάνομαι καὶ μανθάνω, μετὰ αἰτιατικῆϲ ϲυντάϲϲεται· εἰ δὲ τὸ ἐνωτίζομαι τοῖϲ ὠϲὶ μόνοιϲ, μετὰ γενικῆϲ. καὶ τοῦ μὲν μανθάνω παράδειγμα τὸ τοῦ θεολόγου Γρηγορίου· ἀκούϲατε λόγον ἀνδρὸϲ οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἐν τῷ Ἥττημαι· τοῦτό με ἵϲτη κάτω, καὶ εἶναι βέλτιον ἔπειθε φωνὴν ἀκούειν αἰνέϲεωϲ ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν. τοῦ δὲ ἐνωτίζομαι παράδειγμα τοῦ αὐτοῦ θεολόγου. ὡϲ δὲ ἐγώ τινοϲ ἤκουϲα ἀνδρὸϲ οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἄλλα πλεῖϲτα.