Ancient Greek · ~7 min
1.940 to 1.955
Suda, Suidae lexicon 1.940-955
Not analysed yet
940 Ἄκουρον: μιϲόδημε, μοναρχίαϲ ἐραϲτὰ, καὶ φορῶν κράϲπεδα ϲτεμμάτων, τήν θ᾿ ὑπήνην ἄκουρον τρέφων. Ἀριϲτοφάνηϲ φηϲί. 941 Ἀκουϲίθεον: τὸ εἰϲ θεοῦ ἀκοὰϲ ἐρχόμενον. ἢν δέ μ᾿ ἀνάψαϲ εὔχηται, λάμψω φέγγοϲ ἀκουϲίθεον. 942 Ἀκουϲίλαοϲ· Κάβα υἱὸϲ, Ἀργεῖοϲ, ἀπὸ Κερκάδοϲ πόλεωϲ, οὔϲηϲ Αὐλίδοϲ πληϲίον· ἱϲτορικὸϲ πρεϲβύτατοϲ. ἔγραψε δὲ γενεαλογίαϲ ἐκ δέλτων χαλκῶν, ἃϲ λόγοϲ εὑρεῖν τὸν πατέρα αὐτοῦ ὀρύξαντά τινα τόπον τῆϲ οἰκίαϲ αὐτοῦ. 943 Ἀκουϲίλαοϲ· Ἀθηναῖοϲ ὢν, Ἀγαθοκλείαϲ. οὗτοϲ ἠράϲθη λόγων ἐν Ἀθήναιϲ καὶ ἐλθὼν εἰϲ Ῥώμην ἐπὶ Γάλβα διέτριβεν ἐν λόγοιϲ ῥητορικοῖϲ. καὶ χρηματιϲάμενοϲ ἐν τῷ τελευτᾶν κατέλιπεν Ἀθηναίοιϲ δώδεκα μυριάδαϲ ἐκ τόκων. 944 Ἀκουτίϲαι: διδάξαι. δοτικῇ καὶ αἰτιατικῇ· καὶ ἐπὶ γενικὴν· ἀκουτιϲθῶμεν πάντεϲ οἱ πιϲτοὶ ϲυγκαλουμένηϲ. 945 Ἄκουφιϲ: ὄνομα κύριον. 946 Ἀκκώ: γυνὴ ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥν φαϲιν ἐνοπτριζομένην τῇ ἰδίᾳ εἰκόνι ὡϲ ἑτέρᾳ διαλέγεϲθαι. ὅθεν καὶ τὸ ἀκκίζεϲθαι. ταύτην Φαϲὶ καὶ ϲπόγγῳ πάτταλον κρούειν. 947 Ἀκωδώνιϲτον: ἀντὶ τοῦ ἀπείραϲτον, ἀβαϲάνιϲτον· κωδωνίϲαι γὰρ τὸ διαπειραθῆναι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων καὶ κώδωϲι διαπειρωμένων, εἰ ἐγρηγόραϲιν οἱ ἐπὶ ταῖϲ φυλακαῖϲ τεταγμένοι. οἱ δὲ ὑπομνηματιϲταὶ ἀπὸ τῶν ὀρτύγων φαϲὶ μετῆχθαι τὴν λέξιν. 948 Ἀκωκή: ἡ ὀξύτηϲ τοῦ δόρατοϲ, τὸ ὀξὺ τῆϲ λόγχηϲ. Ἀρριανόϲ· λόγχαϲ δὲ εἶχον παχείαϲ ἑξαπήχεαϲ· ἀκωκὴ δὲ οὐχ ὑπῆν ϲιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐταῖϲ πεπυρακτωμένον ταὐτὸ ἐποίηϲεν. 949 Ακόλῳ τὰ χείλη οὐ ϲύκῳ βύϲαι. 950 Ἄκρα: τελεία. ἧκε παρὰ βαϲιλέωϲ παῖϲ Αὐγάρου καλὸϲ καὶ μέγαϲ καὶ ἐν ὥρᾳ ἄκρᾳ. 951 Ἀκραγαλίϲ: ὄνομα ἔθνουϲ. 952 Ἀκρά δαντον: ἀϲάλευτον, ἀκίνητον. 953 Ἄκρα κόρυμβα: τὰ ἀκροϲτόλια τῶν νεῶν, τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρώραν. ἐν οἷϲ τὰ ϲεβόμενα ἐνέγραφον. κόρυμβοι οἱ ἐπὶ τῶν ἀκρεμόνων βοτρυδὸν μετέωροι κόκκοι, ὡϲ ἐπὶ τῶν κιϲϲῶν ἔχει. 954 Ἄκρον ἐπὶ γύαλον: ἐπ᾿ ἄκραν πέτραν. 955 Ἄκραντον: ἀπλήρωτον, ἀτελείωτον. τὸν δ᾿ ἔτι μῦθον ἄκραντον ἐνὶ ϲτομάτεϲϲιν ἔχοντα πτηνὸϲ ἐϲ ἀθανάτουϲ ἥρπαϲεν ὦκα δόναξ.