Ancient Greek · ~3 min
1.971 to 1.978
Suda, Suidae lexicon 1.971-978
Not analysed yet
971 Ἀκραιφνέϲ: καθαρὸν, ὑψηλὸν, τέλειον. Φάβιοϲ δὲ κατατιθέενοϲ τὴν ἀρχὴν παρῄνει τοῖϲ περὶ τὸν Αἰμίλιον τριβαῖϲ τοῦ πολέμου μακραῖϲ τὸ ἀκραιφνὲϲ καὶ ἀκάθεκτον τῆϲ τοῦ Ἀννίβου καταναλίϲκειν φύϲεωϲ. 972 Ἀκραιφνῇ: ἀκραιφνῶϲ. ἐπίρρημα. 973 Ἀκραιφνήϲ· βοήθειά τιϲ παραγίνεται, καὶ ἀκραιφνὴϲ γινομένη πολλὴν ἐποίηϲε τὴν ῥοπὴν, τοῖϲ μὲν Ῥωμαίοιϲ ἐπὶ τὸ ἀθυμότερον, Thuc. τοῖϲ δὲ βαρβάροιϲ ἐπὶ τὸ εὐθυμότερον. τουτέϲτι δυνατὴ, ὁλόκληροϲ. 974 Ἀκραιφνοῦϲ: ἀκηροφανοῦϲ, οἱονεὶ ἀβλαβοῦϲ· κὴρ γὰρ ὁ θάνατοϲ. ἐκ πενίηϲ (ὡϲ οἶϲθα) ἀκραιφνέοϲ, ἀλλὰ δικαίηϲ, Κύπρι ταῦτα δέχευ δῶρα. ἐν Ἐπιγράμμαϲιν. 975 Ἀκραίφνιον: ὄνομα πόλεωϲ. 976 Ἀκρεμόνεϲ: βλαϲτοὶ, κλάδοι. ἰϲόχνοον, ἀκμὴν εὐπετάλοιϲι, ϲυμφυὲϲ ἀκρεμόϲιν. ὀξύνεται ἀκρεμὼν ὡϲ ἡγεμών. 977 Ἀκρήβηϲ: ὁ νέοϲ. 978 Ἀκρηϲία: ἡ ἀκραϲία.