Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.979
Not analysed yet
979 Ἀκριβήϲ· δοκεῖ ἀκριβὲϲ καὶ τὸ ἀναγκαῖον ϲημαίνειν. καὶ εἰ καταϲκευάϲαι βουλόμεθα, ὅτι πάϲα ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβήϲ. ἀκριβὴϲ γὰρ δοκεῖ εἶναι ἡ δι᾿ ἀναγκαίων γενομένη, καὶ ὧν πᾶϲα ϲπουδαίου ὑπόληψιϲ ἔχει· γίνονται γὰρ ὑπολήψειϲ τῷ ϲπουδαίῳ καὶ περὶ τῶν ἐνδεχομένων. μεταλαμβάνοντεϲ τὸ ἀκριβὲϲ εἰϲ τὸ ϲαφὲϲ ἢ εἰϲ τὸ ἀληθὲϲ, εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶϲα γὰρ ἡ τοῦ ϲπουδαίου ὑπόληψιϲ ϲαφήϲ τε καὶ διηρθρωμένη, καὶ ἀληθήϲ. ὁμοίωϲ καὶ πρὸϲ τὸν οἰκείαν τινα ὑπόληψιν περί τινοϲ ἐκτιθέμενον, οἷον περὶ ἡδονῆϲ, ὁποίαν αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμωϲ λέγει· εἰ δὲ τὸ ἀκριβὲϲ εἰϲ τὸ ϲαφὲϲ μεταλάβοι, γνώριμον ἂν ὃ λέγει ποιήϲειεν. ἔϲτι δὲ τὸν μὲν ϲπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντα τὴν φιλοπραγμοϲύνην εἰϲ πολυπραγμοϲύνην· τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ φύϲει ϲυνεϲτώτων ἐτάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐϲτι· τοιοῦτοϲ δὲ ὁ ϲπουδαῖοϲ. τὴν δὲ τοῦ ϲπουδαίου ὑπόληψιν οὐ ϲαφῆ, μεταλαμβάνονταϲ τὸ ϲαφὲϲ εἰϲ τὸ ἀκριβέϲ· εἰ γὰρ τὸ μὲν ἀκριβὲϲ ἀναγκαῖον, οὐ πάϲα δὲ ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβὴϲ εἴη, ὥϲτε οὐδὲ ϲαφήϲ.