Ancient Greek · ~7 min
2.1 to 2.21
Suda, Suidae lexicon 2.1-21
Not analysed yet
1 Δάα. 2 Δάβαινα: ὄνομα τόπου. καὶ Δαβαινίτηϲ. 3 Δαγίϲθαιοϲ: ὄνομα κύριον. 4 Δαγών: εἴδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευόμενον, ᾧ τὴν κιβωτὸν λαβόντεϲ ἀνέθεϲαν. 5 Δᾷδεϲ: λαμπάδεϲ. καὶ Δᾳδίον παρὰ πολλοῖϲ. 6 Δᾷδουχεῖ: φαίνει. καὶ Δᾳδουχήϲαϲ Ἀθήνηϲιν. ὡϲ Ἀθηναίων φαϲὶν οἱ ταῦτα ἀκριβοῦντεϲ δόκιμοι· εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ κόρη διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου ϲωτηρίαν αὐτοῖϲ. καὶ Δᾳδουχήϲαϲ, λαμπαδηφορήϲαϲ. ὁ πρὸ Στρατοκλέουϲ Ἀθήνηϲι δᾳδουχήϲαϲ, ἐκ τῆϲ ἡδονῆϲ, ἣν ἐκεῖνοϲ ὕμνει ὁ χλούνηϲ τε καὶ γύννιϲ. 7 Δᾶερ: ἀνδράδελφοϲ. ἐπὶ κλητικῆϲ. ἡ δὲ εὐθεῖα δαήρ. 8 Δάειρα: ὄνομα κύριον. 9 Δαημονέϲτεροι: ἐμπειρότεροι. 10 Δαημονέϲτατοϲ: ἐμπειρότατοϲ. ἦν δὲ ὁ Ἀλέξανδροϲ καὶ τάξαι ϲτρατιὰν καὶ ὁπλίϲαι δαημονέϲτατοϲ. ἦϲαν δὲ καὶ τελετῶν ἀμφότεροι δαημονέϲτατοι. καὶ Δαημονεϲτάτων, ἐμπείρων, ἐπιϲτημόνων. οἷα δὴ δαημονεϲτάτων τὰ πολέμια. πέμπει δὲ πρεϲβευτὴν τῆϲ τε Ἑλλήνων φωνῆϲ δαήμονα καὶ τῆϲ Ῥωμαίων οὐ πάντῃ ἀνήκουϲτον, ὡϲ καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίηϲιν γενέϲθαι μὴ δόξαι ἀνάξιον. 11 Δαΐ: τῇ μάχῃ. ἐν Ἐπιγράμμαϲιν· ἁ πάροϲ αἱματόεν πολέμου μέλοϲ ἐν δαΐ, ϲάλπιγξ, καὶ γλυκὺν εὑράναϲ ἐκπροχέουϲα νόμον. 12 Δαΐαν ὁδόν: ἀγωνιϲτικὴν ἢ ἔμπειρον, ἀπὸ τοῦ δαῆναι, ὅ ἐϲτι μαθεῖν. ἢ ἀντὶ τοῦ φιλόνεικον. ὁ δὲ καίτοι δράϲαϲ κακὸν δάϊον ἐλεγχόμενοϲ ὅμωϲ ἦγε τὴν ἡϲυχίαν. 13 Δαΐζων: διακόπτων· ἢ παρὰ τήνδε τὴν μάχην καταμαχόμενοϲ. 14 Δαϊκταμένοιϲ: ἀναιρουμένοιϲ. 15 Δαΐμονοϲ: τοῦ δαίμονοϲ. 16 Δαΐξαϲ: διακόψαϲ. 17 Δαΐϲ: ἡ μάχη 18 Δαϊϲ· ἐν ἀγορά τοῖϲ θεοῖϲ δᾲϲ καίεται. δᾲϲ ἥδε; δᾲϲ δῆτ᾿ οὐχ ὁρᾷϲ ἐϲτιγμένην; τί δαὶ τὸ μέλαν τοῦτ᾿ ἐϲτιν αὐτῆϲ ἐν μέϲῳ; ἡ πίττα δήπου καομένηϲ ἐξέρχεται. 19 Δαΐφρονοϲ: ϲυνετοῦ ἢ πολεμικοῦ. 20 Δάκεϲ: οἱ νῦν Πατζινακίται λεγόμενοι. ἡ εὐθεῖα Δάκοϲ, τῷ δάκει. Δάκη καὶ Δάκετα, θηρία ἰοβόλα ἑρπετά. καὶ Δακέταϲ ὁμοίωϲ. 21 Δάκῃϲ· αἰτιατικῇ. αὐθυπότακτον.