Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.22
Not analysed yet
22 Δακνόμενοϲ· αἰτιατικῇ. ἐνοχλούμενοϲ, ὑπὸ τῶν τῆϲ ἱπποτροφίαϲ ἀναλωμάτων κατεϲθιόμενοϲ. δοκεῖ γὰρ δαπανηρὸν εἶναι τὸ ἵππουϲ τρέφει ὅπερ καὶ τῇ Λακωνικῇ προϲέζευκται κατάρᾳ. καὶ γὰρ δὴ τοῦτο οἱ Λακεδαιμόνιοι ἐν κατάραϲ ἔθεϲαν μέρει. ἔϲτι δὲ αὕτη· οἰκοδομά ϲε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵπποϲ καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι. ὡϲ τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. τὸ δὲ δακνόμεοϲ εἶπεν, ἀπὸ τοῦ αὐτὸν κατακεκλεῖϲθαι ἔϲω τῶν ϲτρωμάτων.