Ancient Greek · ~8 min
2.100 to 2.116
Suda, Suidae lexicon 2.100-116
Not analysed yet
100 Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰώθαϲιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι, παρόϲον ἀλεξιφάρμακον ἡ δάφνη. 101 Δαφοινόν: τὸ πάνυ φοινίϲϲον. ϲᾶμα τόδε φθιμένου μενεδίου εἴϲατο Δάμιϲ ἵππου, ἐπεὶ ϲτέρνον τοῦδε δαφοινὸϲ Ἄρηϲ τύψε. 102 Δάψατο· ἁ μεγάλα δ᾿ Αἴγυπτοϲ ἑανῷ δάψατο χαίτην. 103 Δαψίδων· Πολύβιοϲ· οἵων γὰρ ἂν δέκα ϲυμβαίνῃ τὸ τοῦ τείχουϲ ὕψοϲ, τοιούτων ιβ΄ δεήϲει τὰϲ κλίμακαϲ δαψίδων ὑπάρχειν. τουτέϲτιν 104 Δαψιλέϲτατοϲ: πολυτελέϲτατοϲ. λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων, καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. 105 Δαψίλεια: ἡ πολυτέλεια. καὶ Δαψιλήϲ, ὁ πολύϲ. 106 Δαιδάλεον: τῇ καταϲκευῇ ποικίλον. κεκρύφαλον τόνδε λαβεῖν Σαμύθαϲ. δαιδάλεόϲ τε γάρ ἐϲτι καὶ ἁδύ τι νέκταροϲ ὄζει. καὶ Δαιδαλόειϲ, ὁ ποικίλοϲ. 107 Δαίδαλον: ποικίλον καταϲκεύαϲμα. ἀπὸ Δαιδάλου τινὸϲ μηχανοποιοῦ, ὃϲ καταϲκευάϲαϲ διάφορα μηχανήματα γέγονε περιβόητοϲ. οὐκοῦν διαλαθὼν ἐπὶ τῷ βωμῷ κατέπηξε τὰ δαίδαλα τῶν τριπόδων, ἃ ἐπήγετο. 108 Δαιδαλόχειρ: ὁ ποικίλα καὶ ἐξαίϲια ταῖϲ χερϲὶν ἐργαζόμενοϲ. Δῆριϲ ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. καὶ αὖθιϲ Αἰλιανόϲ· ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνηϲ θαυμαϲτῆϲ δαίδαλα. καὶ Ἀριϲτοφάνηϲ· ὧ χρυϲοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδοϲ ἔρνοϲ. 109 Δαιδάλου πτερά: ἐπὶ τῶν δι᾿ ἀπορίαν προϲθήκηϲ χρωμένων παρελκύϲει. 110 Δαιθάλου ποιήματα: ἐπὶ τῶν ἀκριβούντων τὰϲ τέχναϲ. ἐπειδὴ οἱ παλαιοὶ δημιουργοὶ ϲυμμεμυκόταϲ τοὺϲ ὀφθαλμοὺϲ ἐποίουν, ὁ δὲ Δαίδαλοϲ ἀνεπέταϲεν αὐτοὺϲ καὶ τοὺϲ πόδαϲ διέϲτηϲε. καὶ Ὅμηρό φηϲιν· ὃϲ χερϲὶν ἠπίϲτατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰϲ Ἀθήνη· ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆαϲ ἐΐϲαϲ. 111 Δαιδάλλω· ῥῆμα. 112 Δαίει: καίει. καὶ Δαιομένη, μερίζουϲυ, διαιροῦϲα. δαίω γὰρ καὶ τὸ μερίζω. ἐξ οὗ καὶ δαιτυμών καὶ Δαίϲ, δαιτόϲ, ἡ εὐωχία. 113 Δαίμονα: ἐκϲτατικόν. φαϲὶ δὲ οἱ φιλόϲοφοι δαίμοναϲ εἶναί τιναϲ ἀνθρώπων ϲυμπάθειαν ἔχονταϲ. 114 Δαιμονᾶν: ὑπὸ δαίμονοϲ κατέχεϲθαι, καὶ μαίνεϲθαι. καὶ Δαιμονήϲαϲ. ὁ δὲ ἐξέλιπε τὸν βίον δαιμονήϲαϲ, διὰ τὸ γενέϲθαι τινὰϲ ἐπιϲημαϲίαϲ τοῦ δαιμονίου διὰ τὴν περὶ τὸ ἱερὸν παρανομίαν. 115 Δαιμόνιε: μακάριε. 116 Δαιμονίᾳ: δαιμονίωϲ. ἀδελφῆϲ υἱὸϲ ἔτη ιη΄ γεγονώϲ, ἐπιδειξάμεοϲ εὐθὺϲ ἐκ νέων φύϲεώϲ τινα ῥώμην δαιμονίαν· ὃϲ ἀπὸ τέγουϲ πεϲὼν παραχρῆμα ἐτελεύτα τὸν βίον.