Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.99
Not analysed yet
99 Δαφίδαϲ, Τελμιϲϲεύϲ, γραμματικόϲ, γεγραφὼϲ περὶ Ὁμήρου καὶ τῆϲ αὐτοῦ ποιήϲεωϲ ὅτι ἐψεύϲατο· Ἀθηναῖοι γὰρ οὐκ ἐϲτράτευϲαν ἐπὶ Ἴλιον. ἦν δὲ οὗτοϲ λοιδορούμενοϲ παντὶ καὶ μέχριϲ αὐτῶν μὴ φειδόμενοϲ τῶν θεῶν. καὶ Ἄτταλον μὲν τὸν βαϲιλέα Περγάμου διὰ τοῦτο ἔχειν αὐτῷ ἐπιβουλεύοντα. εἰϲ δὲ τὴν Πυθίαν ἐλθόντα ποτὲ ϲκώπτει εἰϲ τὸ μαντεῖον καὶ ἐπιγελῶντα ἐρέϲθαι, εἰ τὸν ἵππον εὑρήϲει. χρηϲθῆναι δὲ αὐτῷ, εὑρήϲειν ταχέωϲ. εἶτα ἐκεῖνον διαθρυλῆϲαι τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵπποϲ, μηδὲ ἀπώλετο. ἀναχωρήϲαντα δὲ ϲυλλαβόμενοϲ Ἄτταλοϲ ἐπέταξε κατακρημνιϲθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵπποϲ ὁ τόποϲ. καὶ ἔγνω πρὸϲ τῷ θανάτῳ. μὴ ἐψεῦϲθαι τὸ λόγιον. οὕτωϲ οὖν ἐνυβρίϲαϲ κακῶϲ ἀπώλετο.