Ancient Greek · ~3 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.119
Not analysed yet
119 Δαίμων: ἡ ἑκάϲτου τύχη. Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ· τοῦ ϲώματοϲ γὰρ οὐκ ἑᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ Σοφοκλῆϲ· γενναῖοϲ ὡϲ ἰδόντι, πλὴν τοῦ δαίμονοϲ. τουτέϲτι τῆϲ τύχηϲ. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆϲ, φηϲίν, ἐρευνῶντοϲ, καὶ τὰ ἐν ταῖϲ ψυχαῖϲ γῶν πληϲίον διὰ τεκμάρϲεων ζητοῦντοϲ, μὴ αἰϲθανομένου, ὅτι ἀρκεῖ πρὸϲ μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνηϲίωϲ θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθουϲ διατηρεῖν καὶ εἰκαιότητοϲ καὶ δυϲαρεϲτήϲεωϲ τῆϲ πρὸϲ τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ καὶ ἀνθρώπων φίλια διὰ ϲυγγένειαν, ἔϲτι δ᾿ ὅτε καὶ τρόπον τινὰ δι᾿ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωϲιϲ αὕτη τῆϲ ϲτεριϲκούϲηϲ τὰ λειυκὰ καὶ μέλανα.