Ancient Greek · ~3 min
2.120 to 2.127
Suda, Suidae lexicon 2.120-127
Not analysed yet
120 Δαίνυ: εὐώχει. Ὅμηροϲ· δαίνυ δαῖτα γέρουϲι. καὶ Δαινύμενοϲ εἰωχουώμενοϲ. 121 Δάϊον: τέραϲ πολεμικόν. 122 Δαίω: τὸ μανθάνω. δαίϲω, δαΐϲκω, καὶ ἀποβολῇ τοῦ ι δάϲκω· ἐπειδὴ τὰ εἰϲ κω κοινολεκτούμενα οὐ θέλουϲι δίφθογγον ἔχειν· ἀναδιπλαϲιαϲμῶ διδάϲκω καὶ ἐξ αὐτοῦ διδάϲκαλοϲ. 123 Δαίρω: τὸ τύπτω. Δέρω δὲ τὸ ἐκδέρω. 124 Δαίϲ: ἡ εὐωχία. καὶ Δαῖτα θάλειαν ὅτε φηϲί, ϲτοιχείου μεταθέϲει δίαιτάν φαϲι λέγεϲθαι. τὸ δὲ ἀπὸ τοῦ δαίϲαϲθαι λέγειν, βιαιότερον. 125 Δαιταλεῖϲ: δαιτυμόνεϲ καὶ θιαϲῶται καὶ ϲυμπόται καὶ οἷον ϲυνδαιταλεῖϲ. οὕτωϲ Ἀριϲτοφάνηϲ. ἐπιδείπνιον ὁ βαϲιλεὺϲ θέαν τοῖϲ δαιταλεῦϲιν ὥϲπερ ἀξιόλογον χαριζόμενοϲ, τοῦτ᾿ ἐδείκνυεν. 126 Δαῖταϲ: εὐωχίαϲ. Φοῖβε, δέξαι πλωτήρων μάζηϲ χεριφυρέα δαῖτα. καί, οἵουϲ Ἡϲίοδοϲ παρειϲάγει τοὺϲ Αἰακίδαϲ, πολέμῳ κεχαρηόταϲ ἠΰτε δαιτί. 127 Δαιτή: ἐπ᾿ εὐθείαϲ διὰ τοῦ η. ἡ εὐωχία. ἐπὶ δὲ δοτικῆϲ, δαιτί, τῇ εὐωχίᾳ· ἐκ τοῦ δαίϲ, δαιτόϲ, δαιτί.